Ancient Greek
BGU 3 836
Documentary Papyri, Bgu 3 836
Not analysed yet
…ωρῳ Πεττιρίῳ Στρατηγίῳ Ἀταρβίῳ Φ…τῳ Φοιβάμμωνι Μηνᾷ τῷ λαμπροτάτῳ κόμετι καὶ ἄρχοντι τῆς Ἀρκάδων ἐπαρχίας παρὰ τῶν πριόρων τῶν καθωσιωμένων Τρανστιγριτανῶν. …εια ἐκ τῆς καταπεμφθείσης θείας δηληγατίονος ἑκάστης ἐπινεμήσεως φανερὰς ἀννώνας καὶ κάπιτα ἐκταττόμενα εἰς Κερκὴ τὴν κώμην καὶ ὅτι πάμπολλα …μὴ ποιῆσαι καὶ πρὸ ὀλίγων ἡμερῶν ἐξεπέμψαμεν στρατιώτας ἐκ τοῦ ἡμετέρου ἀριθμοῦ εἰς τὴν αὐτὴν κώμην ἐπὶ τῷ ἀπαιτῆσαι κατὰ μέρος τῶν χρεωστουμένων ἡμῖν ἀννωνῶν …καταστασιασάντων κατὰ τῶν ἀπελθόντων ἐκεῖσε στρατιωτῶν ἐξεδίωξαν αὐτοὺς μὴ βουλόμενοι αὐτῶν ἀπόκρισιν ποιῆσαι. νῦν οὖν ἐν μετανοίᾳ γενόμενοι οἱ ἀπὸ τῆς αὐτῆς κώμης …οντες ἡμῖν καὶ αἰτοῦντες συγγνώμην δοθῆναι αὑτοῖς ὑπὲρ τοῦ τολμηθέντος παρʼ αὐτῶν, αἰτοῦντες καὶ στρατιώτας πάλιν ἐκ τοῦ ἡμετέρου νουμέρου ἐλθεῖν εἰς τὸ παραγενέσθαι …τὰς χρεωστουμένας ἡμῖν ἀννώνας, διεμαρτύραντο δὲ ἡμᾶς ἐγγράφως διὰ τοῦ λογιωτάτου ἐκδίκου τῆς Ἀρσινοϊτῶν ἀποδυρόμενοι καὶ λέγοντες ὥς τινων διαφερόντων ασηφ …κώμην βουκελλαρίους ἐχόντων τοῦ ἐνδόξου οἴκου τοῦ πατρικίου Στρατηγίου ἀναλώματα πικρὰ ἡμᾶς ἀπαιτοῦντες μηδεμίαν μετουσίαν ἔχοντες ἐν τῇ ἡμῶν κώμῃ …ου ἡμῶν κατέφαγον τὰ ἱππάρια αὐτῶν καὶ τοὺς ἄλλους δεκ…ανισαν καὶ προσκαλοῦμεν τὴν ὑμετέραν ἐξουσίαν καὶ ἐνορκοῦμεν κατὰ τοῦ δεσπότου Χριστοῦ …τοῦ εὐσεβεστάτου καὶ καλλινίκου ἡμῶν δεσπότου Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος, ὥστε κελεῦσαι τοὺς διοικητὰς τοῦ αὐτοῦ ἐνδόξου οἴκου …βουκελλαρίους μηδεμίαν ἔχοντας μετουσίαν, καθὼς προείπαμεν, ἐν τῇ προλεχθείσῃ κώμῃ, ἵνα μὴ τῶν ἡμετέρων στρατιωτῶν ἀπερχομένων ἐν τῇ …καθὼς εἴρηται τὰς …ἀννώνας ἐναντίοσις γένηται παρὰ τῶν αὐτῶν βουκελλαρίων καὶ ὡς εἰκὸς ἀμειξία γένηται εἰς τὸ μεταξὺ αὐτῶν καὶ ἀνέγκλητοι ἡμεῖς …οσαι ἐν… ἐνδόξου οἴκου α… θεραπευς… κατὰ τὸ δυνατὸν καὶ ὅτι ταῦτα γνώριμα κατέστη ἐγράψαμεν τῇ ὑμετέρᾳ μεγαλοπρεπείᾳ …ενου…ρημένης …καταγένηται …αὐτῆς τῆς δια…ιασπα…χομενης …