Ancient Greek
BGU 3 844
Documentary Papyri, Bgu 3 844
Not analysed yet
Ἡρώιδης Ἀπολλωνίωι τῶι φιλτάτωι χαίρειν. γιγνώσκειν σε θέλω, ὅτι εὐθέως ἀναβὰς ἐχειμάσθην πολλὰ ὑπὸ τοῦ ἱερέως …ν… Ἀρσινόηι ἀσθενείᾳ ἀφʼ ὧν μοι παρέχει καλῶς οὖν ποιήσεις πέμψας μοι ἐὰν ὃ ἔχηις ἐν χερσὶν ἵνα αὐτ… δῶ κόπους γάρ μοι παρέχει ἀσθενοῦντι μὴ οὖν ἄλλως ποιήσῃς, πέμψεις δέ μοι τὸ ἐρείκινον ξυλάριον, ἐπειδὴ χρείαν αὐτοῦ ἔχω. καλῶς δὲ ποιήσεις παρασχὼν Διοσκόρῳ χάνας ι εἰς ἐμὴν τιμήν. μὴ οὖν ἄλλως ποιήσῃς ὑπὲρ ὧν σοι γράφω ἔρρωσο. ἔτους γ Αὐτοκράτορος Καίσαρος Δομιττιανοῦ Σεβαστοῦ Θὼθ κβ Ἀπολλωνίωι παρὰ Ἡρώδου