Ancient Greek
BGU 3 845
Documentary Papyri, Bgu 3 845
Not analysed yet
…σεῖνος τῇ μητρὶ πλεῖστα πολλὰ χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ τὸ προσκύνημά σου ποιῶ καθʼ ἑκάστην ἡμέραν παρὰ τῷ κυρίῳ Σαράπιδι καὶ τοῖς συννάοις θεοῖς εὐχόμενός σε ὑγιαίνειν. πρῶτον μὲν γινώσκειν σε θέλω, ὅτι λυποῦμαι, ὁπόταν τις παραγένηται καὶ μη ἐνέγκῃ μοι ἐπιστολίδιον. εἰ γάρ σοι ἔμελε περὶ ἐμοῦ, ἔμελλές μοι γράφειν, ἀλλὰ καὶ πολλάκις σοι ἔγραψα περὶ βίρρου καὶ οὐκ ἐποίεις καὶ γίνωσκε, ὅτι σήμερον τετραετία μαφόρτην οὐκ ἔσχον ἀλλὰ καὶ χρείαν ἔχω μαφόρτου καὶ πᾶν ποίησον τοῦ τὰ ἐπιβάλλοντα τῇ ἑορτῇ τοῦ Σαράπιδος φροντίσαι καὶ πέμψαι, ἀλλὰ καὶ τοῦτο μάθε, ὅτι πάλαι αἱ δοῦλοί σου εἰς τὴν κέλλαν αὐτῶν ἔχουσιν ἐλαίας κα ὧν οὐκ ἠξίωσας πέμψαι κεράμιν ω…ων. ἀσπάζομαι τοὺς ἀδελφοὺς καὶ τοὺς ἐμοὺς πάντας κατʼ ὄνομα. ἐρρῶσθαί σε εὔχομαι …πέμψον μοι αὐτήν, χρείαν γὰρ …