Ancient Greek
BGU 3 846
Documentary Papyri, Bgu 3 846
Not analysed yet
Ἀντῶνις Λόνγος Νειλοῦτι τῇ μητρὶ πλεῖστα χαίρειν. καὶ διὰ πάντων εὔχομαί σε ὑγιαίνειν. τὸ προσκύνημά σου ποιῶ κατʼ ἑκάστην ἡμέραν παρὰ τῷ κυρίῳ Σαράπιδι. γιγνώσκειν σε θέλω, ὅτι οὐχ ἤλπιζον, ὅτι ἀναβαίνεις εἰς τὴν μητρόπολιν, χάριν τούτου οὐδʼ ἐγὼ εἰσῆλθα εἰς τὴν πόλιν. …οπ…μην δὲ ἐλθεῖν εἰς Καρανίδα ὅτι σαπρῶς περιπατῶ. ἔγραψά σοι, ὅτι γυμνός εἰμι. παρακαλῶ σε, μήτηρ, διαλλάγητί μοι. λοιπὸν οἶδα τί ἐμαυτῷ παρέσχημαι, πεπαίδευμαι καθʼ ὃν δὴ τρόπον, οἶδα ὅτι ἡμάρτηκα. ἤκουσα παρὰ τοῦ …ου μου τὸν εὑρόντα σε ἐν τῷ Ἀρσαινοείτῃ καὶ ἀκεραίως πάντα σοι διήγηται. οὐκ οἶδες, ὅτι θέλω πηρὸς γενέσθαι ἢ γνῶναι ὅπως ἀνθρώπωι, ἔτι ὀφείλω ὄβολον …ο… σὺ αὐτὴ ἐλθέ ……χανκ…ον ἤκουσα ὅτι υ …λησαι… παρακαλῶ σε …ε…α…κ ἐγὼ σχεδὸν …ω παρακαλῶ σε …ώνου θέλω ἐγὼ …σει… οὐκ ε… …μὴ ἄλλως ποιήσῃς …μητρὶ ἀπὸ Ἀντωνίου Λόνγου υἱοῦ.