Ancient Greek
BGU 3 857
Documentary Papyri, Bgu 3 857
Not analysed yet
Γάιος Ἀρούντιος Ποσιδώνιος Στοτοήτι Ἀπύγχιτος Ὀρσενούφιος χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ χρῆσιν ἔντοκον ἀργυρίου κεφαλαίου δραχμὰς τριακοσίας γίνονται δραχμαὶ τ χωρὶς μὲν ἄλλων ὧν ὀφείλω σοι κατʼ ἀσφάλειαν δανείων ἀργυρίου κεφαλαίου δραχμὰς χιλίας τετρακοσίας πεντήκοντα δύο τριώβολον, γίνονται Αυνβ …,ἃς καὶ ἀποδώσω σοι ἐν μηνὶ Ἐπὶπ τοῦ ἐνεστῶτος ἔτους ἑκκαιδεκάτου Τραιανοῦ Καίσαρος τοῦ κυρίου. ἡ χεὶρ ὡς ἔγραψα. ἔτους ιϛ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Τῦβι ια.