Ancient Greek
BGU 3 858
Documentary Papyri, Bgu 3 858
Not analysed yet
Τούσκῳ καὶ Ἀνουλείνῳ ὑπάτοις Αὐρήλιος Πάτρων Σαβείνου ἀλλόφυλος κώμης Ναρμούθεως Αὐρηλίῳ Ἁτρῇ Ἀβὸκ ὁμοίως ἀλλοφύλῳ κώμης Ἀρσινόης τῆς Ἡρακλείδου μερίδος χαίρειν. ἀπέσχον παρὰ σοῦ τὸ αἱροῦν σου ἀργυρίου δραχμὰς πεντακισχιλίας περὶ ὧν καὶ οὐδένα. λόγον ἔχω πρὸς σὲ περὶ οὐδενὸς ἁπλῶς πράγματος ἐγγράφου ἢ ἀγράφου …του καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Πάτρων ἀπέσχον πᾶν τὸ αἱροῦν σου ἀργυρίου δραχμὰς πεντακισχιλίας καὶ οὐδένα λόγον ἔχω πρὸς σὲ καθὼς πρόκειται. Αὐρήλιος Σαραπίων Θέωνος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ἔτους ιβ καὶ ἔτους ια καὶ ἔτους δ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ ἐπιφανεστάτων Καισάρων Φαῶφι ιγ.