Ancient Greek
BGU 3 860
Documentary Papyri, Bgu 3 860
Not analysed yet
Αὐρηλίᾳ Διογενίδι τῇ καὶ Ἡρακλείᾳ ματρώνᾳ στολάτᾳ διʼ Ἁρποκρατίωνος προνοητοῦ παρὰ Αὐρηλίων Πεθώτου Παήσιος μητρὸς Τασουκᾶτος καὶ Ἁρπαθώτου Σαρᾶτος μητρὸς Εὖτος ἀμφοτέρων ἀπὸ κώμης Μαγδώλων Μίρη. βουλόμεθα ἑκουσίως μισθώσασθαι παρὰ σοῦ πρὸς μόνον τὸ ἐνεστὸς …ἔτος τοῦ κυρίου ἡμῶν Γαλλιηνοῦ Σεβαστοῦ ἀπὸ τῶν ὑπαρχόντων σοι ἅμʼ ἄλλοις κατὰ τὰ μέρη περὶ Ποαμπινοῦφιν ἐκ τοῦ Ἀγαζήλου κλήρου ἀρούρας δέκα ὀκτὼ εἰς σπορὰν πυροῦ καὶ χόρτου καὶ ὧν ἄλλων ἐὰν αἱρώμεθα ἀναπαυματικῶν γενῶν κατὰ τὸ ἥμισυ φόρου τῆς μὲν ἐν …ἡμισίας μ…ου ἀρτάβας τέσσαρας …