Ancient Greek
BGU 3 912
Documentary Papyri, Bgu 3 912
Not analysed yet
ἔτους ἐννεακαιδεκάτου Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Ξανδικοῦ ιγ Μεχεὶρ ιγ ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ἐμίσθωσεν Στοτοῆτις Ὥρου ὡς ἐτῶν τριάκοντα οὐλὴ χειρὶ χερ… δεξιᾷ Φάσιτι Σαταβοῦτος Πέρσῃ τῆς ἐπιγονῆς ὡς ἐτῶν τριάκοντα πέντε τὴν ὑπάρχουσαν αὐτῷ ὄνον θήλειαν τελείαν λευκόχρουν καὶ πῶλον λευκόχρουν ἀξίας τῆς μὲν ὄνου ἀργυρίου δραχμῶν ἑκατὸν εἴκοσι καὶ τοῦ πώλου δραχμῶν τεσσαράκοντα ὀκτώ ,ἃ καὶ παρείληφεν ὑγιῆ ἀσινῆ εὐτροφοῦντα ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἕως Μεσορὴ ἐπαγομένων ε τοῦ ἐνεστῶτος ἐννεακαιδεκάτου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ εἰς πᾶν ὃ ἐὰν αἱρῆται, φόρου ὄντος κατὰ μῆνα ἀργυρίου δραχμῶν τριῶν ,τῶν δὲ τροφείων καὶ ποτισμοῦ καὶ παντὸς τελέσματος καὶ προνοίας πρὸς τὸν μεμισθωμένον Φάσιν, ἐφʼ ᾧ ἐπιθήσει τὸ κατιὸν ἔνγονον, καὶ μετὰ τὸν χρόνον παραδότω ὁ Φάσις τὰ ὀνικὰ κτήνη ὡς καὶ παρείληφεν εὐτροφοῦντα ὑγιῆ ἀσινῆ ἢ τὰς ἑσταμένας τιμὰς ὡς πρόκιται ἀποτάκτου φόρου κατὰ μῆνα ἐπὶ μῆνα, τῆς πράξεως οὔσης τῷ Στοτουήτι ἔκ τε τοῦ μεμισθωμένου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης. βεβαιοῖ ὁ Στοτουῆτις. ὑπογραφεύς· Χαριμέδων …χου ὡς ἐτῶν τριάκοντα …οὐλὴ ἀντικνημίῳ δεξιῷ. ἡ συνγραφὴ κυρία ἔστω. …Φάσις Σαταβοῦτος Πέρσης τῆς ἐπιγονῆς μεμίσθωμαι παρὰ Στοτοήτιος τοῦ Ὥρου τὴν ὑπάρχουσαν αὐτῶι ὄνον θήλεαν τελείαν λευκόχρουν καὶ πῶλον λευκόχρουν ἄρρενα πω… μυούχουν ἕως Μεσορὴ ἐπαγομένων πέμπτης ἡμέρας ἐπ… φόρου τοῦ παντὸς κατὰ μῆνα ἀργυρίου δραχμὰς τρεῖς ,τῶν δὲ τροφῶν ὄντων …χου …δημοσίων πρὸς …ἢ ἀποδώσω ἀργυρίου δραχμὰς ἑκατὸν εἴκοσι τῆς μὲν ὄνου καὶ τοῦ πώλου δραχμὰς τεσσαράκοντα ὀκτὼ καθὼς πρόκειται. ……γράμματα …Μεχεὶρ ιγ ……η γράμματα.