Ancient Greek
BGU 3 913
Documentary Papyri, Bgu 3 913
Not analysed yet
ὑπατείας Νουμμίου Ἀλβείνου καὶ Φουλβίου Αἰμιλιανοῦ πρὸ εἰδοῖς Ἰουνίοις ἐπʼ ἀρχιερέως Νεικοστράτου τοῦ καὶ Στρατωνίδου Ξανθίππου δὶς μηνὸς Ξανδικοῦ ιγ ἐν Μύροις …ὁ ἀρχιερεὺς τοὺς ὑπογεγραφότας καὶ ἐσφραγικότας εἰς τόδε τὸ δίπλωμα ……διὰ τῶν τῆς Μύρων πόλεως γραμματοφυλακίων ὠνὴν δούλης Προσδοκίας τὴν γενομένην ἐν Μύροις ἐπὶ ἀρχιερέως τῶν Σεβαστῶν Νεικοστράτου τοῦ καὶ Στρατωνίδου Ξανθίππου Ξανθίππου δίς κατὰ τοὺς περὶ ἀλλοτριώσεων σωμάτων νόμους καὶ τὰ διατάγματα …ωνν… …ειτων Σίμωνι Δημοσθένους Παταρεῖ δουλικὸν αὑτῆς κοράσιον ὀνόματι Προσδοκίαν ἢ εἲ τινι ἑτέρῳ ὀνόματι καλεῖται γένει Λύκιον ὂν ὡς ἐτῶν εἴκοσι ,οὗ καὶ αἱ κατὰ τὸν νόμον πρὸς τὴν προ… χωρὶς τῶν ἐν τοῖς νόμοις καὶ διαστάλμασιν κατακεχωρισμένων αἰτιῶν τιμῆς ἀργυρίου δηνάρια …κεκομισμένη ἐκ πλήρους, τῆς περὶ τῆς βεβαιώσεως πράξεως οὔσης τῷ παρειληφότι ἀπʼ αὐτῆς ἐκ τῶν ὑπαρχόντων τῆς ἀποδομένης πρὸς διπλῆν ……ὑπὲρ τῆς Γεμέλλης ὑπέγραψα, Σίμων ὑπέγραψα, Ἵλαρος ……ὡμολόγησα …δούλην Ξανδικοῦ ιβ Ἑρμαγόρας ἐπίτροπος …ου ὑπέγραψα Σωτήριχος. Λέων. ὑπατείας Νουμμίου Ἀλβείνου καὶ Φουλβίου Αἰμιλιανοῦ ἐπὶ ἀρχιερέως τῶν Σεβαστῶν Νεικοστράτου τοῦ καὶ Στρατωνίδου Ξανθίππου δὶς μηνὸς …ἐν Μύροις. ἐτελωνήσατο …Παταρεὺς ἐξάγων δούλην …