Ancient Greek
BGU 3 917
Documentary Papyri, Bgu 3 917
Not analysed yet
ὑπατείας Φλαουίου Φιλίππου τοῦ λαμπροτάτου ἐπάρχοντος τοῦ ἱεροῦ πραιτωρίου καὶ Φλαουίου Σαλιᾶ τοῦ λαμπροτάτου μαγίστρου τῶν ἱππέων …ἐν Πτολεμαείδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ· Αὐρήλιοι …ης καὶ Κελὸλ ἀπὸ κώμης …τοῦ Ἀρσινοείτου νομοῦ Αὐρηλίῳ Παύλῳ Νει …ἀπὸ κώμης …χαίρειν. ὁμολογοῦμεν κατὰ τήνδε τὴν ὁμολογίαν ἑκουσίως καὶ αὐθαιρέτως …πεπρακέναι καὶ καταγεγραφηκέναι σοι ἀπὸ τοῦ νῦν εἰς τὸν ἀεὶ καὶ ἅπαντα χρόνον τὴν ὑπάρχουσαν ἡμῖν περὶ κώμην …ἐκ τοῦ ἱεροῦ κήνσου ἐπὶ Σαβίνῳ κηνσίτορι ἐν παιδίοις τῆς αὐτῆς κώμης …ἄρουραν μίαν ἰδιωτικῆς γῆς σπορίμης ὑπὸ μίαν σφραγῖδα χ… κατὰ τὴν ἐξ ἀρχῆς καὶ μέχρι τοῦ νῦν συνήθειαν, ὧν τὰς γειτνίας καθὼς ἐξ συμφώνου προσηγορεύσαμεν …κτῆσις Παμούθιος Ἀσόειτος, ἀπηλιώτῃ διῶρυξ …καὶ μηδὲ ἓν μέρος ἢ δίκαιον λελεῖφθαι τιμῆς τῆς ἑσταμένης καὶ συμπεφωνημένης πρὸς ἀλλήλους …Σεβαστῶν νομίσματος ταλάντων χιλίων …ἅπερ ἀπʼ ἐντεῦθεν ὁμολογοῦμεν οἱ πεπρακότες Αὐρήλιοι …ης καὶ Κελὸλ εἰλῆφθαι παρὰ σοῦ τοῦ ὠνησαμένου Αὐρηλίου Παύλου Νει …ἣν καὶ παρέξομέν σοι …ἀνέπαφον καὶ καθαρὰν ἀπὸ παντὸς ὀφειλήματος …κρατεῖν οὖν καὶ κυριεύειν τὸν Αὐρήλιον Παῦλον Νει …πρὸς τὸ ἀπὸ τοῦ νῦν …καὶ ἐξουσίαν ἔχειν ἑτέροις μεταπωλεῖν ἀνεμποδίστως, ὑποτίθεσθαι …ἀκωλύτως καὶ τελεῖν τὰ ὑπὲρ αὐτῶν εὐσεβῆ τελέσματα …ἀπὸ τῆς εὐτυχεστάτης εἰσιούσης ἑβδόμης νέας ἰνδικτίωνος, τῶν δημοσίων …π… ὄντων πρὸς ἡμᾶς τοὺς πεπρακότας, καὶ βεβαιώσομεν ἀπό τε …καὶ ἰδιωτικῶν καὶ πάσης ζητήσεως τῷ καθόλου, ἐφʼ ὃν καὶ οὐκ ἐπιπορευσόμεθα …οὔτε ἡμεῖς Αὐρήλιοι …ης καὶ Κελὸλ οὔτε τέκνα ἡμῶν οὔτε κληρονόμοι κατʼ οὐδένα τρόπον …ἐὰν δέ τις ἐπέλθῃ, αὐτὸν ἐκστήσειν παραχρῆμα τοῖς ἰδίοις ἡμῶν ἀνηλώμασι καθάπερ ἐκ δίκης ……ἡ πρᾶσις δισσὴ γραφεῖσα ὁμότυπος κυρία ἔστω …Αὐρήλιοι …ης καὶ Κελὸλ οἱ προκείμενοι πεπράκαμεν …καὶ ἀπέσχομεν τὴν τιμὴν πλήρη ὡς πρόκειται καὶ βεβαιοῦμέν σοι τὴν …