Ancient Greek
BGU 3 918
Documentary Papyri, Bgu 3 918
Not analysed yet
…σιππ…σιου μετὰ κυρίου τοῦ ἀδελφοῦ τοῦ ὁμοπατρίου καὶ ὁμομητρίου ἀδελφοῦ Ἀπολλωνίου …Ὀρσενούφεως τοῦ Σαταβοῦτος Πέρσου τῆς ἐπιγονῆς. βούλομαι μισθώσασθαι παρὰ σοῦ εἰς ἔτη τέσσαρα ἀπὸ τοῦ ἐνεστῶτος τεσσαρεσκαιδεκάτου ἔτους τὰς ὑπαρχούσας σοι περὶ κώμην Ἡφαιστιάδα κλήρου κατοικικοῦ ἀρούρας ὀκτὼ ἢ ὅσαι ἐὰν ὦσιν ἐν δυσὶ σφραγῖσι ἐκφορίου τοῦ παντὸς κατʼ ἔτος συναναλήμψομαι παρὰ σοῦ σπερμάτων κατʼ ἄρουραν πυροῦ ἀρτάβην μίαν τοῦ παντὸς πυροῦ ἀρταβῶν τριάκοντα τεσσάρων μέτρῳ ἑξαχοινίκῳ θησαυροῦ σα…μου ἀνυπολόγων καὶ ἀκινδύνων, καὶ ἄξω τὰ τῶν …ων κα…ων τὰ γεωργικὰ ἔργα πάντα τούς τε χωματισμοὺς καὶ ποτισμοὺς καὶ βοτανισμοὺς καὶ σιφωνολογίας πάντα ἐκ τοῦ ἰδίου καὶ κατὰ τὸν δέοντα καιρὸν βλάβος μηδὲν ποιῶν σπείρων τὰς ἀρούρας κατʼ ἔτος ἐπὶ μὲν τὰ πρῶτα ἔτη τρία οἷς ἐὰν αἱρῶμαι, τῷ δὲ ἐσχάτῳ ἔτει …τά τε κατʼ ἔτος ἐκφόρια ἀποδώσω σοι ἐν μηνὶ Παῦνι ἐφʼ ἅλως τῶν ἐδαφῶν, μετὰ δὲ τὸν χρόνον παραδώσω τὰς ἀρούρας …ὡς ἐμοὶ ὑπὸ σοῦ …ἐπὶ τοῖς προκειμένοις, τῶν δὲ δημοσίων πάντων ἔξω τῶν δημοσίων …καὶ ὄντων πρὸς ἐμὲ ἐὰν φαίνηται μισθσαι ἐπὶ τούτοις …νου ὡς ἐτῶν λβ οὐλη χειρὶ ἀριστερᾷ ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ δ …αθου