Ancient Greek
BGU 3 990
Documentary Papyri, Bgu 3 990
Not analysed yet
Νεῖλος Πασίων ἀπὸ κώμης Καρανίδος Πτολεμαίῳ Θέωνος ἀπὸ τῆς αὐτῆς κώμης χαίρειν. ἔχω παρὰ σοῦ τιμὴν χόρτου κοπῆς καὶ ξηρασίας ἄρσεως ἀρουρῶν δύο περὶ κώμην Κερκεσοῦχα τόπῳ Ἰσειταλεις λεγομένῳ πυροῦ ἀρταβῶν δεκαεπτά ,ἃς καὶ ἀποδώσω ἐν μηνὶ Παῦνι ἐν κώμῃ Καρανίδι μέτρῳ ἑξαχοινίκου Ἀσκληπιείου. Νῖλος Πασίων ἔχω τὰς τοῦ πυροῦ ἀρτάβας δεκαεπτὰ καὶ ἀποδώσω, ὡς πρόκιται. ἔτους ιϛ Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνείνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ Φαμενὼθ ιβ. …ἔτους ιϛ