Ancient Greek
BGU 3 991
Documentary Papyri, Bgu 3 991
Not analysed yet
Ἰσίδωρος πράκτωρ ἀργυρικῶν Καρανίδος Δίωνι χειριστῇ χαίρειν. ἔσχον παρὰ σοῦ εἰς καταβολὴν ἀριθμήσεως Φαῶφι ἀργυρίου τάλαντον ἓν καὶ δραχμὰς πεντακοσίας γίνεται τάλαντον α δραχμαὶ φ, ἃς καὶ καταβαλῶ ἐπὶ τὴν δημοσίαν τράπεζαν. ἔτους ιε Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Ἁθὺρ …καὶ Ἁδριανοῦ ιδ εἰς ἀρίθμησιν μηνὸς Ἁδριανοῦ ὁμοίως ἄλλας δραχμὰς πεντακοσίας γίνονται δραχμαὶ φ.