Ancient Greek
BGU 3 993
Documentary Papyri, Bgu 3 993dupl
Not analysed yet
ἔτους μγ Χοιὰχ ιη δόσεως Τασῆμις καὶ ἡ μήτηρ δόσεως τῶν Ψενθώτῃ τοῦ Ὥρου ὑπαρχόντων καθʼ ἣν ἐποιήσατο αὐταῖς συνγραφὴν δόσεως. βασιλεύοντος Πτολεμαίου θεοῦ Εὐεργέτου τοῦ Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπιφανῶν καὶ βασιλίσσης Κλεοπάτρας τῆς γυναικὸς θεᾶς Εὐεργέτιδος ἔτους τρίτου καὶ τεσσαρακοστοῦ ἐφʼ ἱερέως τοῦ ὄντος ἐν τῶι τοῦ βασιλέως στρατοπέδωι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Εὐπάτορος καὶ θεῶν Εὐεργετῶν ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος κανηφόρου Ἀρσινόης Φιλαδέλφου ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν οὐσῶν ἐν τῶι τοῦ βασιλέως στρατοπέδωι, ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος ἐφʼ ἱερέων Πτολεμαίου μὲν Σωτῆρος τῶν ὄντων καὶ οὐσῶν ἐν Πτολεμαίδι μηνὸς Χοιὰχ ὀκτωκαιδεκάτῃ ἐν Ἑρμώνθει τοῦ Παθυρίτου τῆς Θηβαίδος ἐπʼ Ἀπολλωνίου καὶ Σαραπίωνος ἀγορανόμων. —ἑκὼν συνεγράψατο Ψενθώτης Ὥρου ἰσιονόμος Ἴσιδος θεᾶς μεγίστης ὡς ἐτῶν πεντήκοντα ὀκτὼ μέσος μελάνχρως ἡσυχῇ τετανὸς μακροπρόσωπος εὐθύρριν οὐλὴ ῥινὶ μέσῃ ἀπομεμερικέναι μετὰ τὴν ἑαυτοῦ τελευτὴν τῆι ἑαυτοῦ θυγατρὶ Τασήμει τῆι ἐκ Τσεννήσιος τῆς ἑαυτοῦ γυναικός, ἧι σύνεστι κατὰ νόμους τὸ πρὸς μέρος ἥμισυ αὐτοῦ ψιλοῦ τόπου περιτετειχισμένου οὗ ἐωνημένος ἦν σὺν Ψενενούπει τῶι ἑαυτοῦ ἀδελφῶι τοῦ ἄλλου ἡμίσους παρὰ Ψεννήσιος τοῦ Ὥρου υἱῶν ἀδιαιρέτων ἐφʼ ὧι συμμεριτεύσει τῶι Ψενενούπει τῶι ἑαυτοῦ ἀδελφῶι τοῦ περιτετειχισμένου ψιλοῦ τόπου ἑκάστωι κατὰ τὸ ἥμισυ, ὁμοίως δὲ καὶ ἀπὸ τῶν ὑπαρχουσῶν αὐτῶι ἡμερῶν ἁγνευτικῶν κατʼ ἔτος ἑκατὸν εἴκοσι τοῦ ἐν Παθύρει ἰσιείου λεγομένης Ἴσιδος Νεμῆτος θεᾶς μεγίστης τούτων κατʼ ἔτος τὸ ἕβδομον μέρος, αἵ εἰσιν ἡμέραι δέκα ἑπτά, καὶ μέρος ἕβδομον ἄλλης μιᾶς ἡμέρας εἰς πλήρωσιν τοῦ ἑβδόμου μέρους τῶν ἑκατὸν εἴκοσι ἡμερῶν καὶ τῶν ἐπαγομένων ἡμερῶν πέντε ὁμοίως τὸ ἕβδομον μέρος καὶ τοῦ ἐν Τμοντμενιβιτεὶ ἰσιείου κατὰ τὸ ἕβδομον μέρος καὶ ἐν τῶι περὶ Παθῦριν πεδίωι τὸ πρὸς μέρος αὐτοῦ γῆς, οὗ γείτονες νότου περίστασις τῆς πόλεως βορρᾶ τὸ πρὸς μέρος τῶν ἑαυτοῦ μετόχων ἀπηλιώτου κοιλὰς νήσου καλουμένη Πιτβιος λιβὸς διῶρυξ βασιλικὴ ἢ οἳ ἂν ὦσιν γείτονες πάντοθεν, Τσεννήσει δὲ τῆι σημαινομένηι αὐτοῦ γυναικὶ τὰ λοιπὰ ὑπάρχοντα αὐτῶι πάντα γῶν τε καὶ οἰκιῶν καὶ ἀμπελώνων καὶ παστοφορίων καὶ γ…ρως καὶ τὰ ἄλλα τὰ κατʼ οἰκίαν αὐτοῦ ἔπιπλα πάντα καὶ ὄ…πρια πάντα καὶ εἴ τι ἄλλο ὑπάρχον αὐτῶι ἐστιν ἤτοι κατὰ συνβόλαια ἢ κατʼ ἐπενέχυρον καὶ ἔν τισιν ἐν πίστει πυροῦ τε καὶ κριθῆς ὀλύρας φακοῦ ἀράκου καὶ χαλκωμάτων καὶ ἱματισμοῦ. μὴ ἐξέστω δὲ μηδενὶ τῶν ἄλλων αὐτοῦ υἱῶν ἀντιποιήσασθαι περὶ μηδενὸς τῶν προγεγραμμένων, κυριευέτωσαν δʼ ἑκάστη κατὰ τὴν σημαινομένην διαστολήν. Ἀπολλώνιος καὶ Σαραπίων κεχρηματίκαμεν. ἔτους μγ Μεσορὴ κβ τέτακται ἐπὶ τὴν ἐν Ἑρμώνθει τράπεζαν ἐφʼ ἧς Ἡρακλείδης ι ἐνκυκλίου κατὰ τῆς παρὰ Λυσιμάχου οἰκονόμου καὶ Ἀμενώθης τοῦ τοπογραμματέως διαγραφὴν δόσεως Τασῆμις Ψενθώτου καὶ Τσεννῆσις πάντων τῶν Ψενθώτου ὑπαρχόντων καθʼ ἣν ἐποιήσατο αὐταῖς συνγραφὴν δόσεως λογιζομένων χαλκοῦ ταλάντων β τέλος χιλίας σ γίνονται Ασ