Ancient Greek
BGU 4 1014
Documentary Papyri, Bgu 4 1014
Not analysed yet
ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Θὼθ κ ἐν Τεβτῦνι τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ἁρμάις Ἁρμάιος τοῦ Ὀννώφρεως μητρὸς Θ…αρ…διος ἀπὸ Τεβτύνεως ὡς ἐτῶν δέκα ὀκτὼ οὐλὴ γόνατι δεξιῷ Ὀρσενοῦφι Μιεῦτος ὡς ἐτῶν πεντήκοντα δύο οὐλὴ ῥινὶ ἔχειν παρʼ αὐτοῦ Ὀρσενούφεως διὰ χειρὸς χρῆσιν ἔντοκον ἀργυρίου κεφαλαίου δραχμὰς ἑκατὸν ὀγδοήκοντα ,ὧν τὴν ἀπόδοσιν ποιήσεται ὁ Ἁρμάιος τῷ Ὀρσενοῦφι ἐν μηνὶ Καισαρείῳ τοῦ ἐνεστῶτος δευτέρου ἔτους ἀνυπερθέτως τῆς πράξεως οὔσης τῷ Ὀρσενοῦφι ἔκ τε τοῦ Ἁρμάιος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῦ συμπάντων καθάπερ ἐκ δίκης. ὑπογραφεύς· Κρησπῖνος Π…