Ancient Greek
BGU 4 1015
Documentary Papyri, Bgu 4 1015
Not analysed yet
Αὐρήλιος Τύραννος Διοσκόρου μητρὸς Ἑλένης ἀπʼ ἐποικίου Τέρτον Ψακὴ ὡς ἐτῶν λε οὐλὴ νευρώματι ἀριστεροῦ ποδὸς Αὐρηλίῳ Μέλανι Θησέως Ἑρμοπολείτῃ χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ διὰ χειρὸς ἐξ οἴκου χρῆσιν ἔντοκον ἐκ πλήρους τὴν πρὸς ἀλλήλους συμπεφωνημένην τιμὴν λαχάνου ἀρτάβης μιᾶς γίνεται λαχάνου ἀρτάβη α, ἣν καὶ μετρήσω σοι ἐν τῷ Παῧνι μηνὶ τοῦ ἐνεστῶτος ε ἔτους Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Ἀλεξάνδρου Καισάρων τῶν κυρίων ἀνϋπερθέτως λάχανον νέον νέον καθαρὸν ἄδολον ἄβολον κεκοσκινευμένον μέτρῳ …εμοῦτος ἐκ…τ… τιμὴ δὲ …ἐφʼ ἅλων τοῦ αὐτοῦ ἐποικίου, τῆς πράξεώς σοι οὔσης ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης καὶ ἐπερωτηθεὶς ὡμολόγησα.