Ancient Greek
BGU 4 1020
Documentary Papyri, Bgu 4 1020
Not analysed yet
……τος αὐτοῦ …μέρους ἐκ τοῦ ὁλοκλήρου …ς ἐμφυτευθέντος μοι παρʼ αὐτοῦ λόγῳ τοῦ συμπεφωνημένου μεταξὺ ὑμῶν συναλλάγματος ἐπιτρέψας …τῇ ὑμετέρᾳ λαμπρότητι κατʼ ἔτος τὸ ἐγκείμενον ἐν αὐτῷ …χρυσοῦ νομισμάτων τριῶν εὐστάθμων κατʼ ἔτος ὑπὲρ παραμυθίας …κατὰ τοῦτο τὴν παροῦσαν ὑμῖν ἐθέμην ἔγγραφόν μου καὶ ἀπαράβατον ὁμολογίαν, διʼ ἧς ὁμολογῶ ἑτοίμως ἔχειν ἐν συμβρόχῳ καὶ ἀβρόχῳ διδόναι ὑμῖν κατʼ ἔτος ἀνυπερθέτως τὰ πάντα τοῦ αἰωνίου πακτοῦ χρυσοῦ νομίσματα τρία εὔσταθμα Φαῶφι μηνὸς ἀπὸ καρπῶν τῆς παρούσης δεκάτης ἰνδικτίωνος καὶ αὐτῆς ἐφεξῆς ἐφʼ ὅσον χρόνον ἐνίσταται παρʼ ὑμῖν ἡ παροῦσα ἔγγραφός μου ὁμολογία. οὐ μὴν ἀλλὰ καὶ πληρώσω ὑμᾶς ἄλλων νομισμάτων ἓξ εὐστάθμων πρὸς ἅπαξ ὑπὲρ τῆς ἀρτίως παρελθούσης ἐνάτης ἰνδικτίωνος κινδύνῳ ἐμῷ καὶ πόρῳ τῆς ἐμῆς παντοίας ὑποστάσεως. ἡ παροῦσα ὁμολογία κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἀβραὰμ Φοιβάμμωνος στοιχεῖ ἡ παροῦσα ὁμολογία ὡς πρόκειται. Φίλιππος νομικὸς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ ἐπισταμένου. Αὐρήλιος Πέτρος Φοιβάμμωνος ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ παρούσῃ ὁμολογίᾳ ἀκούσας παρὰ τοῦ θεμένου. Φοιβάμμων Βίκτορος ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. διʼ ἐμοῦ Φιλίππου σὺν θεῷ συμβολαιογράφου ἐγράφη με…