Ancient Greek
BGU 4 1021
Documentary Papyri, Bgu 4 1021
Not analysed yet
ὁμολογοῦσιν ἀλλήλοις Αὐρήλιοι Σέντιος οὐετρανὸς τῶν ἐντίμως ἀπολελυμένων ἀπὸ δουπλικιαρίων καὶ Θέων Ὡρείωνος μητρὸς Ταυσοράπιος ἀπʼ Ὀξυρύγχων πόλεως κτενιστὴς ὁ μὲν Σέντιος ἐγδεδόσθαι τῷ Θέωνι ὃν ἔχει δοῦλον ὀνόματι Πτολεμαῖον πρὸς μάθησιν τῆς δηλουμένης τέχνης ἐπὶ χρόνον ἔτη τρία ἀπὸ τῆς οὔσης νεομηνίας τοῦ ὄντος μηνὸς Ἐπείφ, ἐφʼ ἃ παρέξεται αὐτὸν ὁ Σέντιος τῷ διδασκάλῳ καθʼ ἑκάστην ἡμέραν ἀπὸ ἀνατολῆς ἡλίου μέχρι δύσεως τρεφόμενον καὶ ἱματιζόμενον ὑπὸ τοῦ δεσπότου ἐκτελοῦντα πάντα τὰ ἐπιτραπησόμενα αὐτῷ ὑπὸ τοῦ διδασκάλου …