Ancient Greek
BGU 4 1030
Documentary Papyri, Bgu 4 1030
Not analysed yet
Ἄρειος Σαραπάμμωνι στρατιώτῃ χαίρειν. εὐθέως λαβών μου τὰ γράμματα ἐλθέ μοι εἰς Ἰβιῶνα διὰ Ναρμούθεως, μήπως ἀνταμφοδήσῃς ἡμῖν. ἐκεῖ γάρ εἰμι μετὰ Ἀρριανοῦ ἐπείγοντες τοὺς ἀνθρώπους καὶ τοὺς τέκτονας. ἐρρῶσθαί σε εὔχομαι.