Ancient Greek
BGU 4 1031
Documentary Papyri, Bgu 4 1031
Not analysed yet
Ἡρακλείδης Ἡρακλείδῃ τῶι φιλτάτωι χαίρειν. τί ἐπράχθη ὑμῖν περὶ τῆς Πακερκὴ οὐκ ἐδήλωσάς μοι. εἴ τι γὰρ οἱ τοῦ ἀδελφοῦ Ἀμμωνίωνος ποιοῦσι, τὸ αὐτὸ ποιεῖν ὀφείλεις. φρόντισον τοῦ ποιῆσαι ἡμῖν πλασθῆναι μυριάδας πλίνθου ἐν μὲν τῇ χερσαμπέλωι πρὸς τῶι κτήματι μυριάδας δύο καὶ τοῖς χώμασι δύο. ἀλλʼ ὅρα μὴ ἀμελήσῃς τὸν ἀλοητὸν τῆς νήσου, καὶ Περώθεως ἀπʼ ἐντεῦθεν ἔκδος ἀνθρώποις ἀσφαλέσι, ἵνα πρὸς τὸν καιρὸν ἀμεριμνήσωμεν. ἐρρῶσθαί σε εὔχομαι φίλτατε. Χοιὰκ ε. Ἡρακλείδηι φίλωι