Ancient Greek
BGU 4 1040
Documentary Papyri, Bgu 4 1040
Not analysed yet
Κέρδων Ἀγριππίνωι τῶι ἀδελφῶι πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν. γινώσκειν σε θέλω, ὅτι εὐκαρπεῖ τὰ σά, εἰ …θη ἡ μήτηρ σου τῷ καιρῷ…ν…εν αὐτοῖς φοίνικας ἐννέα καὶ διέρχεται τὰ ἐκεῖ καναρ… καὶ …η, ὅτι Ἐπαγάθιος ἀπῆλθεν ἐνγὺς τῆς ἅλωνω συμ…θα ἐπεὶ ἤμελλεν λικμᾶν. διὸ γράφω σοι, ἵνα εἰδῇς καὶ πέμψῃς μοι …νθ…ως… τὸν παρὰ σοὶ καὶ …μως οὐ μηκέτι μ… γιγνώσκων, ὅτι ου…εκ… ἐπὶ αὐτῶν ὡς τότε ἀκούσας …παρὰ σοῦ, ὅτι ἔβλεψας τὰ ἐμά· οὐκέτι γὰρ μέγα μέλλω φρονεῖν καὶ χαίρω ὅτι μοι ταῦτα ἐποίησας ἐμοῦ μεταμελομένου περὶ μηδενός. καθαρὰν γὰρ ἔχων τὴν ψυχὴν οὐδενὸς ἐπιστ…ν τῶν διαβαλόντων …καὶ εἴ τι μέλλεις ποιεῖν περὶ τοῦ ἐμβλήματος· οὐδεὶς γὰρ …ἐκεῖ, εἰ μὴ ἡμεῖς μόνοι· οἱ γὰρ γεωργοὶ ἡμῖν ἐπέχουσιν καὶ καθʼ ἡμῶν μέλλουσιν ἐντυγχάνειν· γίγνωσκε οὖν ὅτι αἱ ἡμέραι καθʼ ἡμῶν εἰσιν. διὸ γράφω σοι ἵνʼ εἰδῇς καὶ γίγνωσκε ὅτι οὐκ ἐν …ν…μεθα τοὺς πράκτορας παραιτεῖσθαι· παρεγράφη γὰρ ταῦτα ὡς γερδιακοῦ δραχμαὶ λθ καὶ ἄλλως οὖν μοι γράψεις, περὶ ὧν σοι δοκεῖ γράφειν, ἀναγκαιότερον δὲ περὶ τοῦ ἐμβλήματος. μὴ ἀμελήσῃς …ως πάλιν τὰ σιτικά, ὅτε τὸ ἥμισυ αὐτῶν …τ…νισαι μὴ διὰ τὸν γέρδιον σου λέγοντος ὅτι ἔγραψα συνκομισθῆναι τὰ ἐμά. ἄσπασαι τοὺς σοὺς πάντας καὶ τάχα δύνασαι ἀναβιονα…αι τὴν ποτίστραν, εἰ δὲ μή, ξηραίνεται. ἐρρῶσθαί σε εὔχομαι. …