Ancient Greek
BGU 4 1041
Documentary Papyri, Bgu 4 1041
Not analysed yet
…εμ… γματα λη καὶ παραγενάμενος μετὰ τοῦ ἀρχεφόδου καὶ πρεσβυτέρου κατέμαθον αὐτὰ εἰς ἀπόδοσιν. ὅσον οὖν ἐφʼ ἡμῖν ἐστιν εἰσπραχθήσεται, ἔτι δὲ καὶ ἀνεσπάσθη σου ἡ κριθὴ ἀρτάβαι ιε, νυνὶ δὲ θερίζεται τὰ ἄλλα τὰ περιγενόμενα ἐξ ἑπτα ἀρουρῶν. θαυμάζω οὖν πῶς οὐκ ἔγραψάς μοι ἐπιστολὴν τοῦ ἐμαυ… γράψαι εἶ διὰ τὸ δοκεῖν, ὅτι ἔρχομαί σοι. μὴ μέμφου με ἐν τούτῳ. μεθʼ ὑγίας, ἐὰν παραγένῃ πάντα σοι ὑφηγήσομαι τὰ γενάμενά μοι. ἄσπασαι τοὺς ἡμετέρους πάντας. ἔρρωσο