Ancient Greek
BGU 4 1064
Documentary Papyri, Bgu 4 1064
Not analysed yet
……Αὐρηλίῳ Σαραπίωνι τραπεζίτῃ χαίρειν. καλῶς ποιήσεις μεταβαλὼν τῷ παρὰ σοὶ ἐν Ὀξυρυγχίτῃ Αὐρηλίῳ Ὀφελλίῳ ἐξηγητῇ Ὀξυρυγχιτῶν ἀνθʼ ὧν ἔσχον παρʼ αὐτοῦ ἐν Ἑρμουπόλει ἀργυρίου καινοῦ νομίσματος ταλάντων δέκα, τάλαντα ι, τὰ ἴσα τοῦ ἀργυρίου τάλαντα δέκα πλήρης ἀριθμοῦ καὶ μὴ αὐτὸν κατάσχῃς· τὴν δὲ ἐπιθήκην ταύτην μοναχήν σοι ἐξεδόμην ἰδιόγραφόν μου καὶ κυρία ἔστω καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους γ τοῦ κυρίου ἡμῶν Μάρκου Αὐρηλίου Πρόβου Σεβαστοῦ Τῦβι …σημασία ἐν Ὀξυρυγχίτῃ ἐπιζ Σαραπίωνα διαστολέα.