Ancient Greek
BGU 4 1065
Documentary Papyri, Bgu 4 1065
Not analysed yet
ἀντίγραφον διαγραφῆς διὰ τῆς Παππίωνος τραπέζης Μακεδόνων ἔτους πρώτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Καισαρείου ἐπαγομένων β. Ἡρώδης Λέοντος Μυσθᾶι Μενελάου χρυσοχῷ ἀπέχειν αὐτὸν τιμὴν χρυσίου δοκιμίου μναϊαίων ὀκτὼ ὧν κατεσκεύασε αὐτῷ ἐν ψελίων μαγιανῶν ζεύγει δικαμπῶν δρακοντοκεφάλων ἐν σταθμῷ Ἀρσινοιτικῷ, ἃ καὶ παρέλαβεν ὁ Ἡρώδης τῆς συμπεφωνημένης χρήσεως ἀργυρίου δραχμὰς δισχιλίας ὀκτακοσίας δεκαέξ, γίνονται δραχμαὶ Βωιϛ. ἐὰν δὲ βούληται ὁ Ἡρώδης μεταποιῆσαι τὰ προκείμενα σκεύη, δώσει ἑκάστου μναϊαίου ὑπὲρ ἀπουσίας τετάρτην μίαν. ἐὰν δὲ καὶ ἐκστήσῃ, ὁμοίως δώσει ἑκάστου μναϊαίου τετάρτην μίαν, ἀποδιδόντος Μύσθου τὴν ἐπὶ τοῦ καιροῦ τιμὴν …ιτ καὶ …Μυσθαρίων Μενελάου χρυσοχοῦς ἀπέχω παρὰ τοῦ Ἡρώδου τιμὴν χρυσίου δοκιμίου μναϊαίων ὀκτὼ ,ὧν κατεσκεύασα αὐτῷ ἐν ψελίων μαγιανῶν ζεύγει ἀργυρίου δραχμὰς δισχιλίας ὀκτακοσίας δεκαέξ, γίνονται δραχμαὶ Βωιϛ. ἐὰν δὲ βούληται αὐτὰ μεταποιῆσαι ἢ ἐκστῆσαι, ἀποδώσω τὴν ἐπὶ τοῦ καιροῦ τιμὴν ἀπολαμβάνων τὰ σκεύη καὶ ὑπὲρ ἑκάστου μναϊαίου τετάρτην μίαν, καθὼς πρόκιται.