Ancient Greek
BGU 4 1081
Documentary Papyri, Bgu 4 1081
Not analysed yet
Δίδυμος Ἑρμιόνῃ τῇ κυρίᾳ πολλὰ χαίρειν. εὐκαιρίαν εὑρὼν τοῦ πρὸς σὲ ἐρχομένου ἐχάρην, ἵνα σὲ ἀσπάζωμαι καὶ εὔχωμαι τοῖς θεοῖς ὑπὲρ σοῦ, ἵνα σὲ διαφυλάξωσι καὶ ἤδη καλῶς ποιήσεις ἐπιστείλας ἡμῖν περὶ τῆς σῆς ὑγίειας. ἀσπάζονταί σε υἱοί σου, ἀσπάζομαι Εὐδαίμονα καὶ Σουεροῦν καὶ Εὐδαιμονίδα καὶ ελκικην ἔρρωσο. Ἑρμιόνῃ ἀπὸ Διδύμου