Ancient Greek
BGU 4 1082
Documentary Papyri, Bgu 4 1082
Not analysed yet
κυρίῳ μου ἀδελφῷ Ἀπφυνχίῳ καὶ Διδύμῳ ταπιταρίῳ Πετῦσις Παντηβε. καθὼς ἔλαβα ἀφʼ ὑμῶν ἐν τῇ κώμῃ τὸ ἥμισυ τοῦ ὁλοκοττίνου καὶ νῦν παράσχου τῷ ἀδελφῷ μου Πεττιρίῳ γραμματεῖ ὑπὲρ ἀμεριμνίας τῆς ἐνάτης ἰνδικτίωνος ἄλλο χρυσοῦ νομισμάτιον ἥμισυ · ἀλλὰ μὴ ἀμελήσατε, κύριοι ἀδελφοί. ἐρρῶσθαι ὑμᾶς εὐχόμεθα πολλοῖς χρόνοις, κύριοι ἀδελφοί.