Ancient Greek
BGU 4 1093
Documentary Papyri, Bgu 4 1093
Not analysed yet
Αὐρήλιος Θέων ὁ καὶ Νεικάμμων ἱερονίκης ἀπὸ ἐφηβείας ἀρχιερατεύσας τῆς ἱερᾶς οἰκουμενικῆς μεγάλης συνόδου Αὐρηλίῳ Ἄμμωνι καὶ ὡς χρηματίζει τῷ υἱῷ χαίρειν. ἀποσυνίστημί σε ἀντʼ ἐμαυτοῦ ἀποδημῶν εἰς τὴν λαμπροτάτην Ἀλεξάνδρειαν ὥστε σὲ προφορὰν λαβεῖν Ἀγαθοῦ Δαίμονος βοηθοῦ γενομένου τοῦ πατρός μου καὶ ἐμοῦ ητ… διʼ ὑπομνημάτων τοῦ στρατηγοῦ ἢ καὶ διʼ ὧν ἄλλων ὡμολόγησεν μαρτύρων, …ένου ἐξηγητοῦ καὶ …υ καὶ Διογένους βουλευτῶν καὶ Ὀφελλίου ἀγορανόμου καὶ Ἀφυγχίου ἱερονίκου καὶ Θέωνος, τίς εἴη Εὔπορος καὶ τίνος μητρός, καὶ οὕτως μαρτυροποίημα ποιῆσαι καὶ αὐτοὺς τοὺς μάρτυρας ὑπογράψαι καὶ διαπέμψασθαί μοι, ἵνα μὴ δοκῶ ἐλαττοῦσθαι τοῖς δικαίοις. κύριον τὸ συστατικὸν ὂν ἐμοῦ ἰδιόγραφον καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ιβ τοῦ κυρίου ἡμῶν Γαλλιηνοῦ Σεβαστοῦ Φαρμοῦθι θ