Ancient Greek
BGU 4 1094
Documentary Papyri, Bgu 4 1094
Not analysed yet
Φλάυιος Δωρόθεος σχολαστικὸς καὶ ἔκδικος τῆς Ἑρμοῦ πόλεως Φλαυΐῳ Ἰωάννῃ τῷ ἐλλογιμωτάτῳ σχολαστικῷ ἀπὸ τῆς αὐτῆς πόλεως. κατὰ τὴν παροῦσαν ἡμέραν, ἥτις ἐστὶν Φαῶφι δευτέρα τῆς παρούσης τετάρτης ἰνδικτίονος Μαθείας υἱὸς Βάνου γεωργὸς ἀπὸ κώμης Σιγκερὴ κατέθετο ἐπὶ ἐμοῦ καὶ τῆς βοηθείας, ὅτι Μαθείας Ἁτρῆτος ἀπὸ τῆς αὐτῆς κώμης Σιγκερὴ ὁ συνγεωργῶν μοι παρώρισεν τὴν σὴν λαμπρότητα εἰς τὰς γεωργουμένας παρʼ ἡμῶν ἀρούρας ἐμοῦ τε καὶ αὐτοῦ Μαθείου καὶ παρεχώρησεν τῷ πλησίον …γημένῳ ἀπὸ τῶν αὐτῶν ἀρουρῶν πήχεων ὀκτὼ εἰς πλάτος καὶ ὀγδοήκοντα βαΐων εἰς μῆκος. καὶ πρὸς ἀπόδειξιν τῶν εἰρημένων τοῦτο ἐκδέδωκα τὸ ἐκσφράγισμα μεθʼ ὑπογραφῆς ἐμῆς ὡς πρόκειται. Φλάυιος Δωρόθεος σχολαστικὸς καὶ ἔκδικος Ἑρμοῦ πόλεως ἐκδέδωκα τὸ ἐκμαρτύριον ὡς πρόκειται. ὑπατείας Φλαυίου Φιλοξένου τοῦ ἐνδοξοτάτου Φαῶφι β δ ἰνδικτίονος. ⲡⲏσφράγισμα ⲙⲡἔκδικος ⲍⲁⲛ…ⲱⲙⲥⲏⲛ… ⲣⲉⲍⲡ…ⲅ…