Ancient Greek
BGU 4 1100 Ro
Documentary Papyri, Bgu 4 1100
Not analysed yet
…η Ἀρτεμιδωρ Παμφίλου κ πυροῦ ἀρταβ ἀποφερομεν …θυγατ… Ζωὶς απο… παρὰ Ἀμμωνίου τοῦ Ἀμμωνίου Ἀλθαιέως καὶ τῆς τούτου γυναικὸς Σεμέλης τῆς Ἀμμωνίου ἀστῆς μετὰ κυρίου αὐτοῦ Ἀμμωνίου καὶ παρὰ Ἀρτεμιδώρου τοῦ Ἀρτεμιδώρου Ἀλθαιέως. περὶ ὧν διεστάμεθα συνχωροῦμεν πρὸς ἀλλήλους ἐπὶ τοῖσδε ὥστʼ ἐπεὶ ἐγδέδονται ὅ τε Ἀμμώνιος καὶ Σεμέλη τῷ Ἀρτεμιδώρῳ τὴν ἑαυτῶν θυγατέρα Ἀμμωνάριον …τέλειον οὖσαν πρὸς βίου κοινωνίαν ἀνδρὶ καὶ προσενηνεγμένην οἷα ἐν φερνῇ ἱμάτια καὶ χρυσώτια καὶ ἐπίσημον τά τε πάντα εἰς λόγον ἀργυρίου δραχμῶν τριακοσίων ,ἀπὸ τοῦ νῦν τὸν Ἀρτεμίδωρον ἀπεσχηκότα διὰ χειρὸς ἐξ οἴκου τὴν προκειμένην φερνὴν ἀπὸ τοῦ νῦν χορηγεῖν τῇ Ἀμμωναρίῳ τὰ δέοντα πάντα καὶ τὸν ἱματισμὸν ὡς γυναικὶ γαμετῇ κατὰ δύνμιν τῶν ὑπαρχόντων καὶ μὴ κακουχεῖν μηδὲ ὑβρίζειν μηδʼ ἐγβάλλειν μηδὲ γυναῖκα ἐπεισάγειν μηδ’ ἕτερον μηδὲν τῶν ἀπηγορευμένων ἀδίκημα εἰς αὐτὴν διαπράσσεσθαι· ἐὰν δέ τι τούτων παραβαίνῃ ἐκτίνειν αὐτὸν τὴν προκειμένην φερνὴν τῆς πράξεως γεινομένης τῇ Ἀμμωναρίῳ ἔκ τε αὐτοῦ Ἀρτεμιδώρου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης· κατὰ δὲ τὸν αὐτὸν τρόπον μηδὲ τῇ Ἀμμωναρίῳ ἐξεῖναι μήτʼ ἀπόκοιτον μήτʼ ἀφήμερον γείνεσθαι ἀπὸ τῆς Ἀρτεμιδώρου οἰκίας ἄνευ τῆς αὐτοῦ γνώμης …