Ancient Greek
BGU 4 1099
Documentary Papyri, Bgu 4 1099
Not analysed yet
Πρωτάρχωι τῷ ἐπὶ τοῦ κριτηρίου παρὰ Χ…ου τῆς Ἑρμογένους ἀστῆς μετὰ κυρίου Ἑρμογένους τοῦ Δωρίωνος Ἐπιφανείου καὶ παρὰ Ἡρακλείδου τοῦ Ἡρακλείδου Γαμ… περὶ ὧν διεστάμεθα συνχωροῦμεν …συνεληλυθέναι ἀλλήλοις πρὸς βίου κοινωνίαν ὁ δὲ Ἡρακλείδης καὶ ἔχειν παρὰ τῆς Χ…ρα… διὰ χειρὸς ἐξ οἴκου φερνὴν σὺν ἱματίοις καὶ χρυσωτίοις καὶ ἐπισήμου, τὰ δὲ πάντα εἰς λόγον ἀργυρίου δραχμῶν διακοσίων ε… …ἀπὸ τοῦ νῦν τὸν Ἡρακλείδην χορηγεῖν τῇ Χ…ῳ τὰ δέοντα πάντα καὶ τὸν ἱματισμὸν ὡς γυναικὶ γαμετῇ κατὰ δύναμιν τῶν ὑπαρχόντων καὶ μὴ κακουχεῖν μηδὲ ὑβρίζειν μηδὲ ……μηδέ τι ἀδίκημα εἰς αὐτὴν διαπράξεσθαι μη… ἢ ἐκτίνειν παραχρῆμα τὴν προκειμένην φερνὴν σὺν ἡμιολίᾳ τῆς πράξεως γινομένης τῇ Χ…ῳ ἔκ τε αὐτοῦ Ἡρακλίδου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης …