Ancient Greek
BGU 4 1105
Documentary Papyri, Bgu 4 1105
Not analysed yet
Πρωτάρχωι παρὰ Τρυφαίνης τῆς Διοσκουρίδου. συνεχώρησε ……τοὺς γονεῖς α… …Τρυφαίνης, ὅπως ἐγδῶνταί με αὐτῶι προισταμένωι καὶ τῶν καταγομένων αὐτῷ τετελειωμένην συνχώρησιν διὰ τοῦ παρὰ σοὶ κριτηρίου συνῆλθεν πρὸς τὸν γάμον οἰκίαν καὶ ἐν λόγωι ἐπʼ ἐμοὶ φερνὴν ἱμάτια ἀργυρίου δραχμῶν τεσσεράκοντα καὶ ἀργυρίου ἐπισήμου δραχμὰς εἴκοσι. ὁ δὲ διαβαλλόμενος Ἀσκληπιάδης ἐπεὶ ἐνέαινε διὰ τῆς συμβιώσεως ἀπὸ μηδενὸς καταχρησάμενος ταῖς προκειμέναις κακουχίαις με καὶ καθυβρίζει καὶ τὰς χεῖρας ἐπιφέρων χρῆται ὡς οὐδὲ ἀργυρωνήτωι. διὸ ἀπεσφαλμένη τὸν πατέρα μου Διοσκουρίδην ἐπιδώσοντα τὸ ὑπόμνημα καὶ κατὰ τὴ ἔξοδον τελειωσόμενος ἀποστεῖλαι αὐτῶι τινα τῶν παρὰ τοῦ κριτηρίου ὃς ἐμοῦ ἐπιτελέσεται τὴν ἔξοδον ὡς καθήκει καὶ τῷ δὲ Ἀσκληπιάδῃ μεταδώσει ἀντίγραφον τοῦδε τοῦ ὑπομνήματος, ἵνα ανεχομονης ἐπενδικάσει ἢ ἐκτίσει μοι τὰς τοῦ ἀργυρίου δραχμὰς ξ, ἔτι δὲ καὶ ……ρ…σθαι εἰς τὸν Διοσκουρίδην εἰς τὴν τῶν …λων δαπάνην ἃ κατὰ μέρος ἀργυρίου δραχμαὶ ξϛ, μετὰ δὲ σοῦ ἡμῖν καὶ εἰς βλάβη καὶ δαπανήματα ἐκδιεληλυθέντος περὶ αὐτοῦ μισοπονήρως, ἵνʼ ᾦ ἀντιλημμένη …