Ancient Greek
BGU 4 1113
Documentary Papyri, Bgu 4 1113dupl
Not analysed yet
ἔτους ιϛ Καίσαρος Τῦβι …ϛ Πρωτάρχωι παρὰ Λουκίου Πομπωνίου Λουκίου υἱοῦ Ῥούφου φυλῆς Πολλία καὶ παρὰ Μάρκου Κοττίου Ἀττικοῦ. ἐπεὶ ὁ τοῦ Λουκίου Πομπωνίου πατὴρ Λούκιος Πομπώνιος διʼ ἧς ἔθετο τελευτῶν Ῥωμαικῆς διαθήκης ἀπέλιπεν τὸν Μᾶρκον Κόττιον Ἀττικὸν καὶ ἔτι Κανολήιον τοῦ ἑαυτοῦ υἱοῦ Λουκίου Πομπωνίου τοῦ καὶ προκιμένου ἐπιτρόπους, ἐν δὲ τῷ μεταξὺ τοῦ Κανοληίου ἀπειρημένου τὴν ἐπιτροπείαν κατὰ τὸ συνσφραγισθὲν δίπλωμα ὁ Μᾶρκος Κόττιος Ἀττικὸς ἐπετρόπευσεν τοῦ Λουκίου, τὰ νῦν συγχωρεῖ Λούκιος Πομπώνιος μὴ ἐπελεύσεσθαι μήτε αὐτὸς μηδʼ ἄλλος ὑπὲρ αὐτοῦ μηδεὶς ἐπὶ τὸν Μᾶρκον Κόττιον Ἀττικὸν ἢ τὸν Κανολήιον …οσ…αι αὐτὸν μήτε περὶ τῆς ἐπιτροπείας ἢ τῶν ὑπὸ τοῦ πατρὸς αὐτοῦ Λουκίου Πομπωνίου ἀπολελειμμένων …καθʼ ὁντινοῦν τρόπον μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς ὀφειλήματος ἢ ἀπαιτήματος ἢ διαγραφῶν ἢ λόγων ἢ ἐνγράπτου ἢ ἀγράφου πράγματος ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας παρευρέσει μηδεμιᾷ διὰ τὸ ἀπεσχηκέναι αὐτὸν Λούκιον Πομπώνιον παρὰ τοῦ Μάρκου Κοττίου Ἀττικοῦ πάντα ὅσα ποτʼ ἔσχεν ὁ πατὴρ ἐν τῆι οἰκήσει ἢ χωρὶς τοῦ κύρια εἶναι τὰ συνκεχωρημένα, τὴν δʼ ἐσομένην παρὰ ταῦτα ἔφοδον ἢ ἔνκλησιν ἄκυρον καὶ ἀπρόσδεκτον καθόλου εἶναι ἔτι καὶ προσεκτίνειν αὐτὸν καθʼ ὃ ἐὰν ἐνκαλῇ αὐτῶι Μάρκωι τά τε βλάβη καὶ δαπανήματα καὶ ὡς ἴδιον χρέος ἀργυρίου δραχμὰς χιλίας καὶ συνέχεσθαι τοῖς τε βλάβεσιν καὶ τῶι περὶ τῶν συνχωρήσεων κειμένωι προστίμωι. ἀξιοῦμεν εὐτύχει Λούκειος Πομπώνιος Λουκείου υἱὸς Ῥοῦφος Πόλιος συνχωρῶ κατὰ τὰ προγεγραμμένα. Μᾶρκος Κόττιος Ἀττικὸς συνχωρῶ κατὰ τὰ προγεγραμμένα. περὶ ἄλλου μηδενὸς ἐγγράπτου ἢ ἀγράφου ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας ἢ χωρὶς του κύρια ἶναι τὰ συνκεχωρημένα συνέχεσθαι αὐτὸν τοῖς τε βλάβεσι καὶ δαπανήμασι καὶ τῷ ὡρισμένῳ προστίμῳ.