Ancient Greek
BGU 4 1115
Documentary Papyri, Bgu 4 1115
Not analysed yet
Πρωτάρχωι παρὰ α…ρα Θέωνος τοῦ Α…σα… καὶ παρὰ Ἀριστονίκου τοῦ Αισα… Πέρσου τῆς ἐπιγονῆς. περὶ τῶν διεσταμένων συνχωρεῖ ὁ Ἀριστόνικος παρὰ Θέωνος δεδανείσθαι διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου Πτολεμαικοῦ δραχμὰς ρ, ἀντὶ δὲ τῶν τούτων τόκων καὶ ὧν προστελέσει αὐτῷ ὁ Θέων κατὰ μῆνα ἕκαστον δραχμῶν τριῶν τριωβόλου ἐπάναγκες ἐάσειν τὸν Θέωνα καὶ τοὺς παρʼ αὐτοῦ ἐπὶ χρόνον μῆνας δέκα δύο ἀπὸ Φαμενὼθ τοῦ ἐνεστῶτος ιζ ἔτους Καίσαρος ὁ Ἀριστόνικος ἐνοικεῖν ἐν τῷ ὑπάρχοντι αὐτῷ τε καὶ τῇ ἀδελφῇ αὐτοῦ Φιλωτέρᾳ οἴκῳ ἐν συνοικίᾳ τῷ ὄντι ἐν τῷ Δέλτα, ὅσπερ ἐστὶ περίκλειστος καὶ τῇ κατʼ αὐτὸν προστάδι χρωμένους καὶ τοῖς τῆς συνοικίας χρηστηρίοις κατὰ κοινὸν τῶν ἐπισκευῶν τοῦ τε οἴκου καὶ τῆς προστάδος πασῶν, ὁσάκις ἐὰν δέῃ, οὐσῶν πρὸς τὸν Ἀριστόνικον ὃν μὴ ἐγβαλεῖν τὸν Θέωνα μηδὲ τοὺς παρʼ αὐτοῦ ἐντὸς τοῦ χρόνου, τούτου δὲ διελθόντος ἀποδώσειν τὰς τοῦ ἀργυρίου δραχμὰς ρ ἀτόκους ἄνευ πάσης ὑπερθέσεως ἢ καθʼ ὃ ἐὰν παραβαίνῃ, εἶναι αὐτὸν παραχρῆμα ἀγώγιμον καὶ συνέχεσθαι μέχρι τοῦ ἐκτεῖσαι τὸ μὲν δάνειον σὺν ἡμιολίαι, τοῦ δʼ ὑπερπεσόντος χρόνου τοὺς κατὰ τὸ διάγραμμα τόκους διδράχμους τῆς πράξεως γινομένης τῷ Θέωνι ἔκ τε αὐτοῦ Ἀριστονίκου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπενέγκῃ πίστεων πασῶν σκέπης πάσης, ἔχει δὲ ὁ Θέων τὴν ἐνοίκησιν τοῦ τε οἴκου καὶ τῆς προστάδος ἔτι δὲ καὶ τοῦ ὄντος ἐν αὐτοῖς ταμίου, καὶ τὸν δὲ Θέωνα προσδιδόναι τῷ Ἀριστονίκῳ τὰς κατὰ μῆνα δραχμὰς τρεῖς τριώβολον ἐπὶ τοὺς δέκα δύο μῆνας καὶ ἐνοικήσαντα ἐπὶ τούτους κομισάμενον τὰς τοῦ ἀργυρίου δραχμὰς ρ ἀτόκους λύσιν ποιήσεσθαι τῆσδε τῆς συνχωρήσεως καὶ ἐκχώρησιν ἐκ τῶν οἰκητηρίων καὶ παραδοῦναι αὐτὰ καθαρὰ ἀπὸ κοπρίων σὺν τοῖς ἐφεστῶσι οἷα καὶ παρείληφεν, ἢ καὶ αὐτὸν ἐνέχεσθαι τῷ ὡρισμένῳ προστίμωι