Ancient Greek
BGU 4 1114
Documentary Papyri, Bgu 4 1114
Not analysed yet
Πρωτάρχωι παρὰ Ἱμέρου τοῦ Πτολεμαίου Ζηνείου καὶ παρὰ Κοίντου Καικιλίου Κάστορος. ἐπεὶ τυγχάνει ὁ Κόιντος εἰληφὼς παρὰ τοῦ πάτρωνος ἑαυτοῦ Κοίντου Καικιλίου Οἰνογένους ἐν τοῖς ἔξω τόποις ἀποκαταστῆσαι ἐνταῦθα τῶι Ἱμέρωι δῶρον δούλους Φιλέταιρον καὶ Φαῖθρον καὶ Βάσσον καὶ Οὐίτλον ,γέγονεν δὲ κατʼ ἄγνοιαν ὁ κατάπλους εἰς τὸ αὐτοῦ Κοίντου Καικιλίου Κάστορος ὄνομακαὶ καταγέγραφεν τῶι Ἱμέρωι μὴ λαβὼν τιμὴν τῶι τρίτῳ καὶ εἰκοστῷ ἔτει Καίσαρος διὰ τῶν ἀγορανόμων τοὺς ἐξονομαζομένους δούλους δἔτι δὲ καὶ ἕτερον δοῦλον Ὀπτᾶτον διαγραφεὶς ὑπὲρ τοῦ …Ὀπτάτου …διὰ τῆς Ἀσκληπιάδου τραπέζης ἀργυρίου δραχμὰς χιλίας διακοσίας ,τὰ νῦν συγχωρεῖ ὁ Ἵμερος κεκομίσθαι …παρὰ τοῦ Κοίντου Καικιλίου Κάστορος διὰ τῆς αὐτῆς Ἀσκληπιάδου τραπέζης τὰς ὑπὲρ τοῦ Ὀπτάτου διαγεγραμμένας αὐτῶι κα… δραχμὰς χιλίας διακοσίας μὴ ἐπελεύσεσθαι μήτε αὐτὸν μήτʼ ἄλλον ὑπὲρ αὐτοῦ ἐπὶ τὸν Κόιντον Καικίλιον Κάστορα περὶ τούτων ἢ τῆς βεβαιώσεως τῶν πέντε δούλων κατὰ μηδένα τρόπον ἢ χωρὶς τοῦ κύρια μένειν τὰ συγκεχωρημένα ἐνέχεσθαι αὐτὸν Ἵμερον παραβαίνοντα τοῖς τε βλάβεσι καὶ τῶι ὡρισμένωι προστίμωι διὰ τὸ καὶ τὸν Ὀπτᾶτον πεπέμφθαι τῷ Ἱμέρῳ ὑπὸ τοῦ Οἰνογένους δῶρον διορθωτέον ἔτους κϛ Καίσαρος Φαῶφι κϛ