Ancient Greek
BGU 4 1135 Vo
Documentary Papyri, Bgu 4 1135
Not analysed yet
Πρωτάρχῳ τῷ ἐπὶ τοῦ κριτηρίου παρὰ Τρύφωνος τοῦ Πτολεμαίου προστάτου ἐράνων καὶ παρὰ Ἀμύντου τοῦ Τρύφωνος καὶ Τρύφωνος τοῦ Τρύφωνος καὶ Νικοστράτου τοῦ Τρύφωνος συνχωροῦμεν ἐπὶ τοῖσδε ὁ μὲν Τρύφων ἀπεσχηκέναι παρὰ τῶν περὶ τὸν Ἀμύνταν διεγγύων ἃ δεῖ αὐτοὺς διδόναι ὑπὲρ τῶν λοιπῶν μηνῶν μηνιαῖα οὗ ἀνείλαντο …κατὰ νομογραφικὴν ἐπιστολὴν τῷ ιθ ἔτει Καίσαρος …ἐράνου δεκαδράχμου τῇ μηνιαίᾳ καταβολῇ, καὶ εἶναι ἄκυρον τὴν δηλουμένην ἀσφάλειαν, οἱ δὲ περὶ τὸν Ἀμύνταν ἄκυρον εἶναι ἣν προείκατο ὁ Τρύφων τῆς καταβολῆς ἰδιογραφίαν …διὰ τὸ προφέρεσθαι καὶ ἀπεσχηκέναι ταύτην καὶ μὴ ἐπελεύσεσθαι τὸν Τρύφωνα μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ ἐπὶ μηδὲν τῶν προκειμένων περὶ …την, καὶ τοὺς δὲ περὶ τὸν Ἀμύνταν μὴ ἐπελεύσεσθαι ἐπὶ τὸν Τρύφωνα περὶ ……ἀποστήσειν αὐτοὺς τοῖς ἰδίοις δαπανήμασι ……κατὰ χάριν σὺν ἡμιολίᾳ …καὶ χωρὶς τοῦ κύρια εἶναι τὰ συνκεχωρημένα ἐνέχεσθαι τοῖς τε βλάβεσι καὶ δαπανήμασι καὶ τῷ ὡρισμένῳ προστίμῳ. ἔτους κ Καίσαρος Φαρμοῦθι ιϛ