Ancient Greek
BGU 4 1136 Ro
Documentary Papyri, Bgu 4 1136
Not analysed yet
Ἀπολλώνιος Πτολεμαίου καὶ …Τρύφωνι τῷ Πτολεμαίου προστάτηι ἐράνων χαίρειν. ὃν ἀνειλόμεθα τῇ ……τοῦ ἐνεστῶτος κ ἔτους Καίσαρος ἔρανον …τὰς τοῦ ἀργυρίου δραχμὰς ἑξήκοντα ,ἀποδώσομεν ἐν μησὶ δώδεκα ἀπὸ …δραχμὰς πέντε διορθούμενοι κατὰ μῆνα ἕκαστον τῇ …τοῦ διαπορευομένου μηνὸς μηδεμίαν ἡμέραν κοίλην ποιούμενοι, ἢ ἐφʼ ἧς ἐὰν κοιλάνωμεν ἐκτίσομεν τὸ ἐνοφειληθησόμενον σὺν ἡμιολίᾳ μὴ ἀναμείναντας τὸν μεμερισμένον χρόνον, τοῦ δὲ ὑπερπεσόντος χρόνου τόκους διδράχμους τῆς πράξεως γεινομένης σοι ἐξ ἡμῶν τῶν ὄντων ἀλληλεγγύων εἰς ἔκτισιν καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἐὰν ἡμῶν αἱρῇ καὶ ἐκ τῶν ὑπαρχόντων ἡμῖν πάντων καθάπερ ἐκ δίκης ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπενέγκωμεν πίστεων πασῶν σκέπης πάσης. Ἀπολλώνιος …Ἰσι…