Ancient Greek
BGU 4 1139
Documentary Papyri, Bgu 4 1139
Not analysed yet
…Γαίωι Τυρρανίωι παρὰ Σπινθῆρος τοῦ Ἁρπαήσιος καὶ τῆς τούτου γυναικὸς Ἀπολλωναρίου τῆς Λύκου ἀμφοτέρων παρόντων ἀπὸ Λύκων πόλεως τῆς Θηβαίδος. πάρεσμεν χάριν τῆς ἐσχηκυίας ἡμᾶς βιωτικῆς θλίψεως ἐποιήσαμεν εἰς Πάρθον δοῦλον Χρήτου παραμονὴν ἔτι δὲ καὶ τροφῖτιν τοῦ γενομένου ἐξ ἀλλήλων παιδίου Ταθρείφιος ὅπερ δὲ μετονομάσας Πάρθος τὸ ὄνομα αὐτῇ ἐπέθηκεν Πρίμα, ἐν δὲ τῷ μεταξὺ ἡμῶν πίστιν εἰσενεγκαμένων ἀπελύθημεν ὑπὸ τοῦ Πάρθου κατὰ τὴν γεγονυῖαν διὰ τοῦ καταλογείου περὶ τῆς ἀπολύσεως τῆς τε παραμονῆς καὶ τῆς τροφίτιδος τοῦ ἐξονομαζομένου παιδίου ἀσφάλειαν, τῷ δὲ Ἐπεὶφ μηνὶ τοῦ κε ἔτους Καίσαρος Πάρις δοῦλος τῶν Χρήτουσυνιδὼν τὸν Πάρθον ἐν τοῖς ἔξω τόποις ὄντα ἐτόλμησε μηδὲν ἀδικήσαντας ἡμᾶς τήν τε οἰκονομίαν ἀποστερεῖν, ἀπαγαγεῖν δὲ τὴν θυγατέρα ἡμῶν Ταθρεῖφιν τὴν καὶ Πρίμαν καὶ ἔχειν παρʼ ἑαυτῶι ἐν εἱρκτῇ ἐπὶ μῆνας ε. διὸ ἀξιοῦμέν σε τὸν πάντων σωτῆρα καὶ ἀντιλήμπτορα ὑπὲρ σπλάγχνου τὸν ἀγῶνα ποιούμενοι ἐὰν φαίνηται προστάξαι παρασταθῆναι τὸν προγεγραμμένον Πάριν καὶ ἐπαναγκάσαι παραγαγεῖν τὴν θυγατέρα ἡμῶν, ἵνα ἀποκομισώμεθα αὐτὴν καὶ ὦμεν εὐεργετημένοι. …