Ancient Greek
BGU 4 1138
Documentary Papyri, Bgu 4 1138
Not analysed yet
Λευκίῳ παρὰ Νεικάνορος τοῦ Σωσιθέου τῶν ἀπὸ Ἐλβώνθεως. ἐκ τῆς γενηθείσης μοι ἀντικαταστάσεως πρὸς Ἰσχυρίωνα προχειροφόρον τρ…ο ἐπιστρατηγ καὶ δέδωκας ἡμῖν κριτὴν Κάσιον, καὶ ἐκ τῶν ὑποδειχθέντων ὑπʼ ἐμοῦ ἐπὶ τοῦ Κασίου ἐπὶ παρόντος καὶ τοῦ Ἰσχυρίωνος καὶ πάλιν ἐπὶ τοῦ Κασίου ἐξάρνου αὐτοῦ γεινομένου ἐπὶ τῷ μὴ παραδεδωκέναι τὸν Παπίαν χάριν τοῦ διασείσματος ἐφάνη τῷ Κασίωι ὄντι ἐνταῦθα τὸν τῆς Σάιεως δεσμοφύλακα Χαιρήμονα καλέσαι καὶ ἐλεγχόμενον αὐτοῦ πρὸς ἔλεγχον τοῦ Ἰσχυρίωνος ὃ ἠδίκησεν ἐμαρτύρησεν ὁ δεσμοφύλαξ Χαιρήμων περὶ τοῦ παραδεδόσθαι αὐτῷ τὸν Παπίαν πρὸς τὰς τοῦ ἀργυρίου δραχμὰς Αχ καὶ μετὰ ταῦτα ἐλθόντα τὸν Ἰσχυρίωνα εἰρηκέναι αὐτῷ· ει…λεια πλεηο α…π…ισαι του… ἀπολείψομαι τὸν Παπίαν ἐκ τῆς φυλακῆς …ἀξιῶ σε τὸν πάντων σωτῆρα καὶ ἀντιλήμπτορα ἐάν σοι φαίνηται συντάξαι καταστῆσαι τὸν Κάσιον ἐπὶ σὲ καὶ ἐπιλαβόντα παρʼ αὐτοῦ τὸν κεχωρηκότα ἐπαναγκάσσαι τὸν Ἰσχυρίονα ἀποδοῦναί μοι τὰς τοῦ διασείσματος ἀργυρίου δραχμὰς Αχ καὶ αὐτὸν ἐπιπλῆξαι καταξίως, ἵνʼ ὦ ἀντιλημμένος.