Ancient Greek
BGU 4 1144
Documentary Papyri, Bgu 4 1144
Not analysed yet
Πρωτάρχωι παρὰ Τρύφωνος τοῦ Τρύφωνος καὶ παρὰ Πομπηίου τοῦ Πομπηίου καὶ Πτολεμαίου τοῦ Φιλοκλέους ἀμφοτέρων Περσῶν τῆς ἐπιγονῆς. ἐπεὶ οἱ τρεῖς δεδανείσμεθα παρὰ αρ…ου τοῦ …τοῦ καὶ Παμφίλου κατὰ μνημονικὴν συγγραφὴν ἐν τῶι ἐνεστῶτι ἑπτακαιδεκάτωι ἔτει Καίσαρος Φαμενὼθ ἀργυρίου Πτολεμαικοῦ καὶ κατὰ διαγραφὴν διὰ τῆς Κάστορος κολλυβιστικῆς τραπέζης δραχμὰς ἑξακοσίας ἐντόκους, ἀπὸ δὲ τούτων κατακέχρηνται ὁ μὲν Πομπήιος ἀργυρίου δραχμαῖς πεντακοσίαις εἴκοσι ὁ δὲ Πτολεμαῖος ταῖς λοιπαῖς δραχμαῖς ὀγδοήκοντα συνχωροῦμεν ἐπὶ τοῖσδε ἀποδοῦναι ἕκαστον τὸ ἐν ἑαυτῷ κεφάλαιον τι τῶι …σὺν τοῖς τόκοις ἐν τῶι κατὰ τὴν συγγραφὴν σημαινομένῳ χρόνωι καὶ παρέξεσθαι ἀμφότεροι μὲν τὸν Τρύφωνα μηδὲν πρασσόμενον τοῦ δανείου χάριν, ἑκάτερος δὲ τὸν ἕτερον οὗ κατακέχρηται κεφαλαίου, καὶ ἐκτείσειν ὃ ἐὰν πραχθῇ ἢ πράσσηται ὁ ἕτερος χάριν τούτων καὶ τόκους καὶ τὰ βλάβη καὶ δαπανήματα τῆς πράξεως γεινομένης ἐκ τοῦ παρασυγγραφοῦντος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπενέγκῃ πίστεων πασῶν σκέπης πάσης. ἔτους ιζ Καίσαρος Φαρμοῦθι ε