Ancient Greek
BGU 4 1145 Ro
Documentary Papyri, Bgu 4 1145r
Not analysed yet
Πρωτάρχωι τῶι ἐπὶ τοῦ κριτηρίου παρὰ Ἀχιλλέως τοῦ Θέωνος Ἀλθαιέως καὶ παρὰ Λύκας τῆς Ζωίλου Περσίνης μετὰ κυρίου τοῦ ἀνδρὸς Διονυσίου τοῦ Πτολεμαίου Πέρσου τῆς ἐπιγονῆς καὶ αὐτοῦ Διονυσίου. συνχωροῦσιν Λύκα καὶ Διονύσιος ἔχειν παρὰ τοῦ Ἀχιλλέως δάνειον διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου Πτολεμαικοῦ δραχμὰς τριακοσίας δέκα ἐφʼ οὗ δώσειν τόκον ὀβολοὺς ὀκτὼ τῆς μνᾶς ἑκάστης κατὰ μῆνα ἀπὸ Ἁθὺρ τοῦ ἐνεστῶτος ἕκτου καὶ εἰκοστοῦ ἔτους Καίσαρος, τὸ δὲ κεφάλαιον ἀποδώσειν ἐν μησὶν τρισὶν ἀπὸ τοῦ αὐτοῦ μηνὸς ἄνευ πάσης ὑπερθέσεως ἢ εἶναι αὐτοὺς παραχρῆμα ἀγωγίμους ἢ τὸν ἐσόμενον αὐτῶν ἐμφανῆ καὶ συνέχεσθαι μέχρι τοῦ ἐκτεῖσαι τὸ μὲν δάνειον σὺν ἡμιολίᾳ, τοὺς δὲ τόκους ἁπλοῦς, τοῦ δὲ ὑπερπεσόντος χρόνου τοὺς κατὰ τὸ διάγραμμα διδράχμους γεινομένης τῆς πράξεως τῷ Ἀχιλλεῖ ἔκ τε τῶν ὑποχρέων ὄντων ἀλληλεγγύων εἰς ἔκτισιν καὶ ἐξ ἑνὸς οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπενέγκωσι πίστεων πασῶν σκέπης πάσης. ἀξιοῦμεν. Ἀχιλλεὺς συνχωρῶ κατὰ τὰ προγεγραμμένα. Λύκα καὶ Διονύσιος συνχωρῶ κατὰ τὰ προγεγραμμένα, Διονύσιος ἐπιγέγραμμαι τῆς μη… αιας κύριος καὶ γέγραφα περὶ αὐτῆς γράμματα μὴ εἰδυίας. …