Ancient Greek
BGU 4 1145 Vo
Documentary Papyri, Bgu 4 1145v
Not analysed yet
Πρωτάρχωι παρὰ Ἀχιλλέως τοῦ Θέωνος Ἀλθαιέως καὶ παρὰ Λύκας τῆς Ζωίλου καὶ τοῦ …μητρὸς θείου Διονυσίου τοῦ Πτολεμαίου καὶ τῆς ἀμφοτέρους αὐτοὺς Λύκαν καὶ Διονύσιον ἐγγυωμένης ἐμφανείας τῆς τῆς μὲν Λύκας μητρὸς, τοῦ δὲ Διονυσίου ἀδελφῆς Διδύμης τῆς Πτολεμαίου πάντων Περσῶν τῆς ἐπιγονῆς μετὰ κυρίου τῆς γυναικὸς αὐτοῦ Διονυσίου. περὶ τῶν διεσταμένων συνχωρεῖ Λύκα καὶ Διονύσιος ἔχειν παρὰ τοῦ Ἀχιλλέως δάνειον διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου Πτολεμαικοῦ δραχμὰς τριακοσίας δέκα καὶ τελέσειν τόκον τῆς μνᾶς ἑκάστης κατὰ μῆνα ὀβολοὺς ὀκτὼ ἀπὸ Ἁθὺρ τοῦ ἐνεστῶτος κϛ ἔτους Καίσαρος, τὸ δὲ κεφάλαιον ἀποδώσειν ἐν μησὶν τρισὶν ἀπὸ τοῦ αὐτοῦ μηνὸς ἄνευ πάσης ὑπερθέσεως ἢ εἶναι αὐτοὺς Λύκαν καὶ Διονύσιον παραχρῆμα ἀγωγίμους ἢ τὸν ἐσόμενον αὐτῶν ἐνφανῆ καὶ συνέχεσθαι μέχρι τοῦ ἐκτεῖσαι τὸ μὲν δάνειον σὺν ἡμιολίᾳ, τοὺς δὲ τόκους ἁπλοῦς, τοῦ δὲ ὑπερπεσόντος χρόνου τοὺς κατὰ τὸ διάγραμμα διδράχμους τῆς πράξεως γεινομένης τῷ Ἀχιλλεῖ ἔκ τε τῶν ὑποχρέων ὄντων ἀλληλεγγύων εἰς ἔκτισιν καὶ ἐξ ἑνὸς οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης. ἐὰν δὲ καὶ ἡ Διδύμη μὴ παρέχηται τὴν Λύκαν καὶ Διονύσιον τῷ Ἀχιλλεῖ ἐνφανεῖς, εἶναι καὶ αὐτὴν ἀγωγίμην καὶ συνέχεσθαι μέχρι τοῦ ἐκτεῖσαι τὸ προκείμενον δάνειον καὶ τοὺς τόκους καὶ τὴν πρᾶξιν τῷ Ἀχιλλει …εῖσθαι καὶ ἐξ αὐτῆς Διδύμης καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῇ πάντων καθάπερ ἐκ δίκης ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπενέγκωσι πίστεων πασῶν σκέπης πάσης. ἀξιοῦμεν. ἔτους κϛ Καίσαρος Ἁθὺρ η