Ancient Greek
BGU 4 1152
Documentary Papyri, Bgu 4 1152
Not analysed yet
Πρωτάρχωι παρὰ Στεφάνου τοῦ Καίσαρος καὶ παρὰ Διοδώρου τοῦ Διοδώρου. συγχωρεῖ ὁ Στέφανος ἀπεσχηκέναι παρὰ τοῦ Διοδώρου διὰ τῆς Ἑλένου κολλυβιστικῆς τραπέζης τὰ δάνεια ἃ ἐδάνεισεν αὐτῷ κατὰ συνχωρήσεις τὰς διὰ τοῦ αὐτοῦ κριτηρίου γεγονυίας δύο τῶι η ἔτει Καίσαρος μίαν μὲν Φαῶφι ἀργυρίου δραχμὰς τ, τὴν δὲ ἑτέραν Φαμενὼθ ἀργυρίου δραχμὰς σ, ἀμφοτέρων δὲ τῶν δανείων καὶ τοὺς τόκους τοῦ ὑπερπεπτωκότος χρόνου, καὶ εἶναι ἀκύρους τὰς δηλουμένας συνχωρήσεις σὺν ταῖς γενηθείσαις πρὸς ἑκάστην αὐτῶν διαγραφαῖς διὰ Τετ… τοῦ ἰδίου …καὶ Δημητρίου κολλυβιστικῆς τραπέζης, μὴ ἐπελεύσεσθαι δὲ τὸν Στέφανον μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ ἐπὶ τὸν Διόδωρον μηδὲ περὶ τῶν αὐτῶν μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς ἐνγράπτου ἢ ἀγράφου ἀπὸ τῶν ἔνπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας ἢ χωρὶς τοῦ κύρια εἶναι τὰ συνκεχωρημένα ἐνέχεσθαι αὐτὸν τοῖς τε βλάβεσι καὶ τῷ ὡρισμένῳ προστίμῳ. συγχωρεῖ δὲ καὶ ὁ Διόδωρος ἀνακεκομίσθαι παρὰ τοῦ Στεφάνου ἃ ἔδωκεν αὐτῷ κατὰ τὴν παρὰ τοῦ Φαῶφι μηνὸς συνχώρησιν βιβλία …ω…θ…ν πάντα καὶ ἀντίγραφον συνχωρήσεως κατὰ δούλου, ὁποῖα παρέδωκεν.