Ancient Greek
BGU 4 1153
Documentary Papyri, Bgu 4 1153
Not analysed yet
Πρωτάρχωι παρὰ Ἀρσινόης τῆς Ἀμμωνίου ἀστῆς μετὰ κυρίου τοῦ υἱοῦ Νικοδήμου τοῦ Διονυσίου Μαρωνέως καὶ παρὰ Θερμίου τῆς Ἑρμίου μετὰ κυρίου Ἀμμωνίου τοῦ Ψάμμιδος Εὐσεβείου. συνχωρεῖ ἡ Ἀρσινόη ἀπέχειν παρὰ τῆς Θερμίου διὰ χειρὸς ἐξ οἴκου ἃς ἐδάνεισεν αὐτῇ κατὰ συνχώρησιν διὰ τοῦ καταλογείου τῶι ιε ἔτει Καίσαρος Θῶθ ἀργυρίου δραχμὰς τριακοσίας ,καὶ εἶναι ἄκυρον τὴν τοῦ δανείου συνχώρησιν σὺν τῇ πρὸς ταύτῃ σημαινομένῃ παραμονῇ τοῦ υἱοῦ αὐτῆς Πάρωνος, καὶ μηδεμίαν τῇ Ἀρσινόῃ μηδʼ ἄλλῳ ὑπὲρ αὐτῆς καταλείπεσθαι ἔφοδον ἐπὶ τὴν Θέρμιον μήτε περὶ τῶν αὐτῶν μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς ἐγγράπτου ἢ ἀγράφου τῶν ἕως τῆς ἐνεστώσης ἡμέρας καὶ ἐνέχεσθαι τὸν ταῦτα παραβαίνοντα τοῖς τε βλάβεσι καὶ τῷ ὡρισμένῳ προστίμῳ χωρὶς τοῦ κύρια εἶναι τὰ συγκεχωρημένα. ἀξιοῦμεν. ἔτους ιϛ Καίσαρος Παχὼν κα