Ancient Greek
BGU 4 1159
Documentary Papyri, Bgu 4 1159
Not analysed yet
Πρωτάρχωι τῶι ἐπὶ τοῦ κριτηρίου παρὰ Πτολεμαίου τοῦ Πτολεμαίου Ἀλθαιέως καὶ παρὰ Ζωσίμου τοῦ …συνχωρεῖ ὁ Ζώσιμος …στρατηγεύοντος τοῦ Πτολεμαίου τὸν Μενελαείτην νομὸν καὶ …α…του πρὸς ἐξυπηρέτησίν τινων ἔργων κατὰ τῶν μετὰ φυλακῆς ἀγωγίμων μεγάλην ἐργατείαν παρεσκευακὼς ἔτι δὲ καὶ πεπιστευμένος ὑπὸ …π… αὐτοῦ Πτολεμαίου τὰς φυλακὰς τοῦ αὐτοῦ νομοῦ καὶ ἠσχολημένος ἀπὸ Θωῦθ τοῦ ἐνεστῶτος …ἔτους Καίσαρος ἕως Χοιὰκ τοῦ αὐτοῦ ἔτους τοῦ Πτολεμαίου μεθεσταμένου τῆς στρατηγίας ἀπὸ τοῦ Χοιὰκ ……ου ἐκπληρώσας λη… …ἐὰν δέ τις ἐγκαλῇ τῶι Πτολεμαίωι τὴν ὑπὸ τοῦ Ζωσίμου ὑπὲρ τούτων …κ… ἐργατείαν καὶ τοῦ χειρισμοῦ ἐξέτασιν λαβὼν ἢ ἑτέρου τινὸς ὧν αὐτὸς ὁ Ζώσιμος ὑπησχόληται ἢ λελειτούργηκεν ἐν τοῖς τῇ στρατηγίᾳ …Ζώσιμος με ἔσεσθαι ἀν… καὶ ἐκτείσειν τῶι Πτολεμαίωι ὃ ἐὰν διʼ αὐτὸν βλαβῇ ἢ πραχθῆι σὺν ἡμιολίᾳ καὶ τὰ βλάβη καὶ δαπανήματα καὶ ἄλλας ὡς ἴδιον χρέος ἀργυρίου δραχμὰς χιλίας τῆς πράξεως γεινομένης τῶι Πτολεμαίωι τα ταυτ… ἔκ τε αὐτοῦ Ζωσίμου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων καθάπερ ἐκ δίκης. …