Ancient Greek
BGU 4 1160
Documentary Papyri, Bgu 4 1160
Not analysed yet
Τειμοκράτης Τιμοκράτους Στροβείλῳ Ἥρωνος καὶ Φιλήμονι Στροβείλου χαίρειν. ὁμολογῶ μήτε αὐτὸς μήτʼ ἄλλον ὑπέρ μου μηδένα ἐπελεύσεσθαι ἐφʼ ὑμᾶς περὶ μηδενὸς ἁπλῶς ἐνγράπτου ἢ ἀγράφου ἢ ὀφειλήματος ἢ ἀπαιτήματος ἢ διαγραφῶν καθʼ ὁντινοῦν τρόπον ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας …παρευρέσει μηδεμιᾷ ἢ χωρὶς τοῦ κύρια εἶναι τὰ ὡμολογημένα ἐκτείσειν ὑμῖν καθʼ ὃ ἐὰν παραβαίνωι τά τε βλάβη καὶ δαπανήματα καὶ ὡς ἴδιον χρέος ἀργυρίου δραχμὰς Γ, ἡ δὲ χεὶρ ἥδε κυρία ἔστω.