Ancient Greek
BGU 4 1161
Documentary Papyri, Bgu 4 1161
Not analysed yet
…παρὰ Πτολεμαίου τοῦ Πτολεμαίου …καὶ παρὰ Ἑρμαφίλου τοῦ …Πέρσου τῆς ἐπιγονῆς καὶ τῆς τούτου γυναικὸς Ἀγαθονίκης τῆς …Περσίνης μετὰ κυρίου τοῦ ἀνδρός. συνχωροῦσιν Ἑρμάφιλος καὶ Ἀγαθονίκη ἔχειν παρὰ τοῦ Πτολεμαίου δάνειον διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς …τόκων ἐννεοβολῶν τῆς μνᾶς ἑκάστης τοῦ μηνὸς ἑκάστου, ὃ καὶ ἀποδώσειν ἐν μησὶν ἓξ ἀπὸ …τοῦ ἐνεστῶτος ζ ἔτους Καίσαρος διδόντες τὸν μὲν τόκον κατὰ μῆνα εὐτάκτως, τὸ δὲ κεφάλαιον ἐν τῷ ἐσχάτῳ μηνὶ ἄνευ πάσης ὑπερθέσεως, ἢ εἶναι αὐτοὺς παραχρῆμα ἀγωγίμους καὶ συνέχεσθαι μέχρι τοῦ ἐκτεῖσαι τὸ μὲν δάνειον σὺν ἡμιολίᾳ, τοὺς δὲ τόκους ἁπλοῦς, τοῦ δὲ ὑπερπεσόντος χρόνου τοὺς κατὰ τὸ διάγραμμα τόκους διδράχμους τῆς πράξεως γινομένης τῷ Πτολεμαίῳ ἔκ τε τῶν ὑποχρέων ὄντων ἀλληλεγγύων εἰς ἔκτισιν καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπενέγκωσι πίστεων πασῶν σκέπης πάσης. …