Ancient Greek
BGU 4 1163
Documentary Papyri, Bgu 4 1163
Not analysed yet
κόλλημα Πρωτάρχωι παρὰ Φιλάμμονος τοῦ Ἀμμωνίου καὶ παρὰ Δημητρίου τοῦ Σαραπίωνος Φιλομητορείου. περὶ τῶν διεσταμένων συγχωρεῖ Δημήτριος μήτε αὐτοὺς μητʼ ἄλλον ὑπὲρ αὐτῶν μηδένα ἐπελεύσεσθαι ἐπὶ τὸν Φιλάμμονα ὑπὲρ ὧν διαγεγραφήκασιν εἰς τιμὴν χαρτῶν ἐν τῷ ιγ ἔτει Καίσαρος Ἐπαγομένων Δημήτριος δραχμῶν ἑκατὸν διὰ τῆς Διονυσίου κολλυβιστικῆς τραπέζης, Πάτρων δὲ διὰ τῆς αὐτῆς τραπέζης ἐν τῶι αὐτῶι ἔτει δραχμὰς σ, ὥστʼ εἶναι …τριακοσίας δραχμὰς …διὰ τὸ ὑπὲρ τῶν ἐπὶ τὸ αὐτὸ δραχμῶν τριακοσίων εὐπειθῆ γεγονέναι τὸν Δημήτριον ὑπὸ τοῦ Φιλάμμονος καὶ ἀπεσχηκέναι παρʼ αὐτοῦ διὰ χειρὸς ἐξ οἴκου τὸ συνπεπεισμένον· εἶναι μὲν αὐτόθεν ἀκύρους τὰς σημαινομένας διαγραφάς, παρέξεσθαι δὲ καὶ τὸν Πάτρωνα μὴ ἐπιπορευόμενον ἐπὶ τὸν αὐτὸν Φιλάμμονα περὶ τῶν τοῦ ἀργυρίου δραχμῶν διακοσίων μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς ἐνγράπτου ἢ ἀγράφου τῶν ἕως τῆς ἐνεστώσης ἡμέρας, μηδεμίαν δὲ Δημητρίῳ καταλείπεσθαι ἔφοδον ἐπὶ τὸν Φιλάμμονα περὶ μηδενὸς ὁμοίως ἐγγράπτου ἢ ἀγράφου ἀπὸ τῆς αὐτῆς ἡμέρας, τὸν δὲ καὶ ἐπελευσόμενον ἐπὶ τὸν Φιλάμμονα περὶ τῶν αὐτῶν αὐτὸν Δημήτριον ἀποστήσειν παραχρῆμα τοῖς ἰδίοις δαπανήμασι καὶ ἐκτείσειν αὐτῷ ὃ ἐὰν πραχθῇ ἢ βλαβῇ ὑπό τινος ὁ Φιλάμμων χάριν τούτων σὺν ἡμιολίᾳ καὶ τὰ βλάβη καὶ δαπανήματα καθάπερ ἐκ δίκης ἢ χωρὶς τοῦ κύρια εἶναι τὰ συγκεχωρημένα ἔτι καὶ ἐνέχεσθαι αὐτὸν παραβαίνοντα τῷ ὡρισμένῳ προστίμῳ …ἔτους α… Καίσαρος Φαρμοῦθι κδ