Ancient Greek
BGU 4 1164
Documentary Papyri, Bgu 4 1164
Not analysed yet
κόλλημα Πρωτάρχωι παρὰ Νικάνορος τοῦ Ἰσιδώρου Φιλομητορείου καὶ παρὰ Ἔρωτος τοῦ Πτολεμαίου. περὶ τῶν διεσταμένων συνχωρεῖ ὁ Νικάνωρ ἀπέχειν παρὰ τοῦ Ἔρωτος διὰ χειρὸς ἐξ οἴκου ἐπὶ περιλύσει καὶ τῆς γυναικὸς αὐτοῦ …Τύχης τῆς Διονυσίου καὶ ἔτι Χρυσογόνου τοῦ Ἰσιδώρου ὅσπερ μετήλλαχεν, ἃς ἐδάνεισεν αὐτοῖς κατὰ συγχώρησιν διὰ τοῦ αὐτοῦ κριτηρίου τῶι τεσσαρεσκαιδεκάτῳ ἔτει Καίσαρος Ἐπεὶφ ἀργυρίου δραχμὰς ἑκατὸν …καὶ τόκους, καὶ εἶναι ἄκυρον τὴν τοῦ δανείου συνχώρησιν καὶ μὴ ἐπελθεῖν τὸν Νικάνορα μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ ἐπὶ τὸν Ἔρωτα διὰ τὴν Τύχην μήτε περὶ τῶν αὐτῶν μήτε περὶ ἄλλου μηδενὸς ἁπλῶς ὀφειλήματος ἢ ἀπαιτήματος ἐγγράπτου ἢ ἀγράφου ἀπὸ τῶν ἐπάνω χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας, μὴ ἐπελεύσεσθαι δὲ τὸν Νικάνορα μηδὲ ἐπὶ τὰ ὑπὸ τοῦ Χρυσογόνου ἀπολελειμμένα περὶ …ν τοῦ δανείου τοῦ αὐτοῦ καὶ τῶν τόκων, καὶ χωρὶς τοῦ κύρια εἶναι τὰ συνκεχωρημένα ἔτι καὶ ἐνεχέσθαι αὐτὸν παραβαίνοντα ταῦτα τοῖς τε βλάβεσι καὶ τῶι ὡρισμένῳ προστίμωι. ἔτους ιζ Καίσαρος Φαρμοῦθι α.