Ancient Greek
BGU 4 1165
Documentary Papyri, Bgu 4 1165
Not analysed yet
Πρωτάρχωι παρὰ Ἡρακλείδου τοῦ Ἡρακλείδου καὶ τῆς τούτου γυναικὸς Θερμούθιος τῆς Παγκράτους μετὰ κυρίου αὐτοῦ τοῦ ἀνδρὸς καὶ παρὰ Σπινθῆρος τοῦ Φιλάμμονος Ἀλεξανδρέως. περὶ τῶν διεσταμένων συνχωρεῖ ὁ Σπινθὴρ ἀπέχειν παρά τε τοῦ Ἡρακλείδου καὶ Θερμούθιος διὰ χειρὸς ἐξ οἴκου ἃς ἐδάνεισεν αὐτοῖς κατὰ συνχώρησιν τὴν διὰ τοῦ αὐτοῦ κριτηρίου τελειωθεῖσαν τῶι ἑνδεκάτωι ἔτει Καίσαρος Τῦβι ἀργυρίου δραχμὰς σ καὶ τοὺς τούτων τόκους, πεπληρῶσθαι δὲ ὁ αὐτὸς Σπινθὴρ ὑπὸ τοῦ αὐτοῦ Ἡρακλείδου καὶ Θερμούθιος ὧι ἀνείληφεν κατὰ συνγραφὴν ἐράνωι καὶ τόκοις διὰ χειρὸς ἐξ οἴκου, καὶ μηδεμίαν τῷ Σπινθῆρι μηδʼ ἄλλωι ὑπὲρ αὐτοῦ καταλείπεσθαι ἔφοδον ἐπὶ τὸν Ἡρακλείδην καὶ Θερμοῦθιν μήτε περὶ τοῦ αὐτοῦ ἐράνου ἢ τόκων ἢ ἑτέρου ὀφειλήματος ἢ ἀπαιτήματος ἢ ἄλλου τινὸς ἁπλῶς ἐνγράπτου ἢ ἀγράφου πράγματος τὸ καθόλου τῶν ἐκ τῶν ἐπάνω χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας παρευρέσει μηδεμιᾷ, εἶναι δʼ αὐτόθεν ἄκυρον τὴν προκειμένην τοῦ δανείου συνχώρησιν σὺν τῇ κατʼ αὐτὴν σημανθείσῃ ἐρανικῇ συνγραφῇ καὶ ἑτέρᾳ δανειστικῇ συνχωρήσει, διʼ ἧς καὶ ὀνομάζεται ὁ τοῦ Ἡρακλείδου καὶ τῆς Θερμούθιος υἱὸς Ἡρακλείδης, καὶ παρὰ ταῦτα μηδ… ἐπιτελεῖσθαι ἢ χωρὶς τοῦ κύρια εἶναι τὰ συνκεχωρημένα ἔτι καὶ ἐνέχεσθαι αὐτὸν παραβαίνοντα τοῖς τε βλάβεσι καὶ τῷ ὡρισμένῳ προστίμωι.