Ancient Greek
BGU 4 1169
Documentary Papyri, Bgu 4 1169
Not analysed yet
…Πρωτάρχωι παρὰ Τηθοήους τοῦ Ἀ…ηβους καὶ παρὰ Ἀλεξάνδρου τοῦ Ἀχιλλέως καὶ τῆς τούτου ἀδελφῆς Ἀθηνίου τῆς Ἀχιλλέως μετὰ κυρίου αὐτοῦ Ἀλεξάνδρου. συνχωροῦσιν Ἀλέξανδρος καὶ Ἀθήνιον ἀπεσχηκέναι παρὰ τοῦ Τηθοήους διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς σμ καὶ τοὺς τούτων τόκους ἅσπερ ἐδάνεισεν αὐτῷ ἡ μήτηρ αὐτῶν Τακονσομιν Νώχεος κατὰ συνχώρησιν διὰ τοῦ αὐτοῦ κριτηρίου τῷ ἑβδόμῳ ἔτει Καίσαρος Ἁθύρ, ἧσπερ μετηλλαχυίας κατήντηκεν εἰς αὐτοὺς τὰ ταύτης, καὶ εἶναι ἄκυρον τὴν δηλουμένην συνχώρησιν καὶ ἃς ἂν ὑστέρας ἕξωσιν αὐτοῦ Τιθοήους δανειστικὰς ἀσφαλείας, μὴ ἐπελεύσεσθαι δὲ τὸν Ἀλέξανδρον καὶ Ἀθήνιον μηδʼ ἄλλον ὑπὲρ αὐτῶν ἐπὶ τὸν Τιθοῆν μήτε περὶ τῶν αὐτῶν μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς ὀφειλήματος ἢ ἀπαιτήματος ἐνγράπτου ἢ ἀγράφου ἀπὸ τῶν ἔνπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας …